Ancient Greek
Section 4
Appian of Alexandria, Appiani ad Frontonem epistula 4
Not analysed yet
καὶ διὰ τί οὖν ἐκ μὲν διαθήκης ἄν τις λάβοι, παρὰ δὲ τῶν περιόντων οὐ λάβοι, ὅποτε καὶ μεῖζον ταῦτ' ἔχει τὸ δεῖγμα τῆς προθυμίας; οἳ μὲν γὰρ ἄλλον ἄλλου προτιθέασιν, οἳ δὲ περιόντες ἑαυτῶν τοὺς φίλους προτιθέασιν. καὶ ἥδιον παρὰ τοῦ περιόντος λαβεῖν, ὅτι καὶ μαρτυρῆσαι περιόντι δυνατόν ἐστι καὶ ἀμείψασθαι. πάλιν ξένιον μὲν οὔτε θεοῖς οὔτε πόλει πέμπεται, τὰ σεμνότερα δ' ἀεὶ τοῖς σεμνοτέροις.