Ancient Greek
Section 5
Appian of Alexandria, Appiani ad Frontonem epistula 5
Not analysed yet
ἀλλ' οὐκ εἰσὶ ταῦτα βαρύτερα λαμβάνειν; τί γάρ ἐστι φιλίας καὶ τιμῆς βαρύτερον, ὧν οὐδ' ἴσως γ' ἄρειον οὐδέν ἐστιν; τί δὲ καὶ βαρὺ ἦν ὅλως ἢ τί ἂν ἐγὼ βαρὺ ἔχοιμι; οὐδ' ἂν μὲν ἐργασαίμην οὐδὲν οὐδὲ πριαίμην οὐδέποτε, †δέον τινὰ μισθὸν ἴσον †ἐξ οἴκου, φασίν, ἐς οἶκον μετελθεῖν.