Ancient Greek
Section 6
Appian of Alexandria, Appiani ad Frontonem epistula 6
Not analysed yet
ἐννόησον δὲ κἀκεῖνο, ὅση μὲν ἡδονὴ τῷ πέμψαντι ληφθέντων, ὅση δὲ λύπη μὴ ληφθέντων ἐπιγίγνεται. εἰ τὸ καθαρὸν . . . καὶ μετὰ πολὺ προσιέναι σοι. πιστεύοις δὲ δίκαιον εἶναι τὸν νόμον τῶν τε πόλεων καὶ θεῶν καὶ φίλων . . . φίλων δὲ οὐ τοσοῦτον ἐπιδεικνύντων θράσος εὐνοίας, ἀλλὰ κρυπτόντων ὑπὸ δέους, ἔπεμψα τὸ πρὶν ἐπιτρέψῃς. σὺ δὲ μὴ δεύτερον ἀποπέμψῃς, ᾧ γε ἔδει μηδ' ἅπαξ.