Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0653.tlg001.perseus-grc2, lines 2.290-2.333
Aratus Astron. et Epic., Φαινόμενα 2.290-333
Not analysed yet
οὔτʼ ἄν τοι νυκτὸς πεφοβημένῳ ἐγγύθεν ἠὼς
ἔλθοι καὶ μάλα πολλὰ βοωμένῳ. οἱ δʼ ἀλεγεινοὶ
τῆμος ἐπιρρήσσουσι νότοι, ὁπότʼ Αἰγοκερῆϊ
συμφέρετʼ ἠέλιος· τότε δέ κρύος ἐκ Διός ἐστιν
ναύτῃ μαλκιόωντι κακώτερον. ἀλλὰ καὶ ἔμπης
ἤδη πάντʼ ἐνιαυτὸν ὑπὸ στείρῃσι θάλασσα
πορφύρει· ἴκελοι δὲ κολυμβίσιν αἰθυίῃσιν
πολλάκις ἐκ νηῶν πέλαγος περιπαπταίνοντες
ἥμεθʼ ἐπʼ αἰγιαλοὺς τετραμμένοι· οἱ δʼ ἔτι πόρσω
κλύζονται· ὀλίγον δὲ διὰ ξύλον Ἄϊδʼ ἐρύκει.
καὶ δʼ ἄν ἐπὶ προτέρῳ γε, θαλάσσῃ πολλὰ πεπονθώς,
τόξον ὅτʼ ἠέλιος καίει καὶ ῥύτορα Τόξου,
ἑσπέριος κατάγοιο, πεποιθὼς οὐκέτι νυκτί.
σῆμα δέ τοι κείνης ὥρης καὶ μηνὸς ἐκείνου
σκορπίος ἀντέλλων εἴη πυμάτης ἐπὶ νυκτός.
ἤτοι γὰρ μέγα τόξον ἀνέλκεται ἐγγύθι κέντρου
τοξευτὴς· ὀλίγον δὲ παροίτερος ἵσταται αὐτοῦ
σκορπίος ἀντέλλων, ὁ δʼ ἀνέρχεται αὐτίκα μᾶλλον.
τῆμος καὶ κεφαλὴ Κυνοσουρίδος ἀκρόθι νυκτὸς
ὕψι μάλα τροχάει, ὁ δὲ δύεται ἠῶθι πρὸ
ἀθρόος Ὠρίων, Κηφεὺς δʼ ἀπὸ χειρὸς ἐπʼ ἰξύν.
ἔστι δέ τις προτέρω βεβλημένος ἄλλος ὀϊστὸς
αὐτός ἄτερ τόξου· ὁ δέ οἱ παραπέπταται Ὄρνις
ἀσσότερον βορέω. σχεδόθεν δέ οἱ ἄλλος ἄηται
οὐ τόσσος μεγέθει, χαλεπός γε μὲν ἐξ ἁλὸς ἐλθεῖν
νυκτὸς ἀπερχομένης· καί μιν καλέουσιν ἄητον.
δελφὶς δʼ, οὐ μάλα πολλός, ἐπιτρέχει Αἰγοκερῆϊ
μεσσόθεν ἠερόεις· τὰ δέ οἱ περὶ τέσσαρα κεῖται
γλήνεα, παρβολάδην δύο πὰρ δύο πεπτηῶτα.
καὶ τὰ μὲν οὖν βορέω καὶ ἀλήσιος ἠελίοιο
μεσσηγὺς κέχυται· τὰ δὲ νειόθι τέλλεται ἄλλα
πολλὰ μεταξὺ νότοιο καὶ ἠελίοιο κελεύθου.
λοξὸς μὲν Ταύροιο τομῆ ὑποκέκλιται αὐτὸς
Ὠρίων. μὴ κεῖνον ὅτις καθαρῇ ἐνὶ νυκτὶ
ὑψοῦ πεπτηῶτα παρέρχεται ἄλλα πεποίθοι
οὐρανὸν εἰσανιδὼν προφερέστερα θηήσασθαι.
τοῖός οἱ καὶ φρουρὸς ἀειρομένῳ ὑπὸ νώτῳ
φαίνεται ἀμφοτέροισι κύων ὑπὸ ποσσὶ βεβηκώς,
ποικίλος, ἀλλʼ οὐ πάντα πεφασμένος· ἀλλὰ κατʼ αὐτὴν
γαστέρα κυάνεος περιτέλλεται, ἡ δέ αἱ ἄκρη
ἀστέρι βέβληται δεινὴ γένυς, ὅς ῥα μάλιστα
ὀξέα σειριάει· καί μιν καλέουσʼ ἄνθρωποι
Σείριον. οὐκέτι κεῖνον ἅμʼ ἠελίῳ ἀνιόντα
φυταλιαὶ ψεύδονται ἀναλδέα φυλλιόωσαι.