Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0653.tlg001.perseus-grc2, lines 2.334-2.376
Aratus Astron. et Epic., Φαινόμενα 2.334-376
Not analysed yet
ῥεῖα γάρ οὖν ἔκρινε διὰ στίχας ὀξὺς ἀΐξας,
καὶ τὰ μὲν ἔρρωσεν, τῶν δὲ φλόον ὤλεσε πάντα.
κείνου καὶ κατιόντος ἀκούομεν· οἱ δὲ δὴ ἄλλοι
σῆμʼ ἔμεναι μελέεσσιν ἐλαφρότεροι περίκεινται.
ποσσὶν δʼ Ὠρίωνος ὑπʼ ἀμφοτέροισι λαγῳός
ἐμμενές ἤματα πάντα διώκεται. αὐτὰρ ὅ γʼ αἰεὶ
Σείριος ἐξόπιθεν φέρεται μετιόντι ἐοικώς,
καί οἱ ἐπαντέλλει, καί μιν κατιόντα δοκεύει.
ἡ δὲ Κυνὸς μεγάλοιο κατʼ οὐρὴν ἕλκεται ἀργῷ
πρυμνόθεν· οὐ γὰρ τῇ γε κατὰ χρέος εἰσὶ κέλευθοι,
ἀλλʼ ὄπιθεν φέρεται τετραμμένη, οἷα καὶ αὐταὶ
νῆες, ὅτʼ ἤδη ναῦται ἐπιστρέψωσι κορώνην
ὅρμον ἐσερχόμενοι· τὴν δʼ αὐτίκα πᾶς ἀνακόπτει
νῆα, παλιρροθίη δὲ καθάπτεται ἠπείροιο·
ὥς ἥ γε πρύμνηθεν Ἰησονὶς ἕλκεται Ἀργώ.
καὶ τὰ μὲν ἠερίη καὶ ἀνάστερος ἄχρι παρʼ αὐτὸν
ἱστὸν ἀπὸ πρώρης φέρεται, τὰ δὲ πᾶσα φαεινή.
καί οἱ πηδάλιον κεχαλασμένον ἐστήρικται
ποσσὶν ὑπʼ οὐραίοισι Κυνὸς προπάροιθεν ἰόντος.
τὴν δὲ καί οὐκ ὀλίγον περ ἀπόπροθι πεπτηυῖαν
Ἀνδρομέδην μέγα κῆτος ἐπερχόμενον κατεπείγει.
ἡ μὲν γὰρ Θρήϊκος ὑπὸ πνοιῇ βορέαο
κεκλιμένη φέρεται, τὸ δέ οἱ νότος ἐχθρὸν ἀγινεῖ
κῆτος, ὑπὸ Κριῷ τε καὶ Ἰχθύσιν ἀμφοτέροισιν,
βαιὸν ὑπὲρ Ποταμοῦ βεβλημένον ἀστερόεντος.
οἶον γὰρ κἀκεῖνο θεῶν ὑπό ποσσὶ φορεῖται
λείψανον Ἠριδανοῖο, πολυκλαύτου ποταμοῖο.
καὶ τὸ μὲν Ὠρίωνος ὑπὸ σκαιὸν πόδα τείνει·
δεσμοὶ δʼ οὐραῖοι, τοῖς Ἰχθύες ἄκροι ἔχονται,
ἄμφω συμφορέονται ἀπʼ οὐραίων κατιόντες·
Κητείης δʼ ὄπιθεν λοφίης ἐπιμὶξ φορέονται
εἰς ἓν ἐλαυνόμενοι· ἑνὶ δʼ ἀστέρι πειραίνονται
κήτεος, ὃς κείνου πρώτῃ ἐπίκειται ἀκάνθῃ.
οἱ δʼ ὀλίγῳ μέτρῳ ὀλίγῃ δʼ ἐγκείμενοι αἴγλῃ
μεσσόθι πηδαλίου καὶ Κήτεος εἱλίσσονται,
γλαυκοῦ πεπτηῶτες ὑπὸ πλευρῇσι Λαγωοῦ
νώνυμοι· οὐ γὰρ τοί γε τετυγμένου εἰδώλοιο
βεβλέαται μελέεσσιν ἐοικότες, οἷά τε πολλὰ
ἑξείης στιχόωντα παρέρχεται αὐτὰ κέλευθα
ἀνομένων ἐτέων· τά τις ἀνδρῶν οὐκέτʼ ἐόντων
ἐφράσατʼ ἠδʼ ἐνόησεν ἅπαντʼ ὀνομαστὶ καλέσσαι
ἤλιθα μορφώσας. οὐ γάρ κʼ ἐδυνήσατο πάντων
οἰόθι κεκριμένων ὄνομʼ εἰπεῖν, οὐδὲ δαῆναι.