Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0653.tlg001.perseus-grc2, lines 2.377-2.419
Aratus Astron. et Epic., Φαινόμενα 2.377-419
Not analysed yet
πολλοὶ γὰρ πάντη, πολέων δʼ ἐπὶ ἶσα πέλονται
μέτρα τε καὶ χροιή, πάντες γε μὲν ἀμφιέλικτοι.
τῶ καὶ ὁμηγερέας οἱ ἐείσατο ποιήσασθαι
ἀστέρας, ὄφρʼ ἐπιτὰξ ἄλλῳ παρακείμενος ἄλλος
εἴδεα σημαίνοιεν. ἄφαρ δʼ ὀνομαστὰ γένοντο
ἄστρα, καὶ οὐκέτι νῦν ὑπὸ θαύματι τέλλεται ἀστήρ.
ἀλλʼ οἱ μὲν καθαροῖς ἐναρηρότες εἰδώλοισιν
φαίνονται· τὰ δʼ ἔνερθε διωκομένοιο Λαγωοῦ
πάντα μάλʼ ἠερόεντα καὶ οὐκ ὀνομαστὰ φέρονται.
νειόθι δʼ Αἰγοκερῆος, ὑπὸ πνοιῇσι νότοιο,
ἰχθὺς ἐς Κῆτος τετραμμένος αἰωρεῖται
οἶος ἀπὸ προτέρων, νοτιον δέ ἑ κικλήσκουσιν.
ἄλλοι δέ, σποράδην ὑποκείμενοι Ὑδροχοῆϊ,
κήτεος αἰθερίοιο καὶ Ἰχθύος ἠερέθονται
μέσσοι νωχελέες καὶ ἀνώνυμοι· ἐγγύθι δέ σφεων,
δεξιτερῆς ἀπὸ χειρὸς ἀγαυοῦ Ὑδροχόοιο,
οἵη τίς τʼ ὀλίγη χύσις ὕδατος ἔνθα καὶ ἔνθα
σκιδναμένου, χαροποὶ καὶ ἀναλδέες εἱλίσσονται.
ἐν δέ σφιν δύο μᾶλλον ἐειδόμενοι φορέονται
ἀστέρες, οὔτε τι πολλὸν ἀπήοροι, οὔτε μάλʼ ἐγγύς·
εἷς μὲν ὑπʼ ἀμφοτέροισι ποσὶν καλός τε μέγας τε
Ὑδροχόου, ὁ δὲ κυανέου ὑπὸ Κήτεος οὐρῇ.
τοὺς πάντας καλέουσιν ὕδωρ. ὀλίγοι γε μὲν ἄλλοι
νειόθι Τοξευτῆρος ὑπὸ προτέροισι πόδεσσιν
δινωτοὶ κύκλῳ περιηγέες εἱλίσσονται.
αὐτὰρ ὑπʼ αἰθομένῳ κέντρῳ τέραος μεγάλοιο
σκορπίου, ἄγχι νότοιο, Θυτήριον αἰωρεῖται.
τοῦ δʼ ἤτοι ὀλίγον περ ἐπὶ χρόνον ὑψόθʼ ἐόντος
πεύσεαι· ἀντιπέρην γὰρ ἀείρεται Ἀρκτούροιο.
καὶ τῷ μὲν μάλα πάγχυ μετήοροί εἰσι κέλευθοι
ἀρκτούρῳ, τὸ δὲ θᾶσσον ὑφʼ ἑσπερίην ἅλα νεῖται.
ἀλλʼ ἄρα καὶ περὶ κεῖνο Θυτήριον ἀρχαίη Νύξ,
ἀνθρώπων κλαίουσα πόνον, χειμῶνος ἔθηκεν
εἰναλίου μέγα σῆμα. κεδαιόμεναι γὰρ ἐκείνῃ
νῆες ἄπο φρενός εἰσι, τὰ δʼ ἄλλοθεν ἄλλα πιφαύσκει
δήματʼ, ἐποικτείρουσα πολυρροθίους ἀνθρώπους.
τῶ μή μοι πελάγει νεφέων εἰλυμένον ἄλλων
εὔχεο μεσσόθι κεῖνο φανήμεναι οὐρανῷ ἄστρον,
αὐτὸ μὲν ἀνέφελόν τε καὶ ἀγλαόν, ὕψι δὲ μᾶλλον
κυμαίνοντι νέφει πεπιεσμένον, οἷά τε πολλὰ
θλίβετʼ ἀναστέλλοντος ὀπωρινοῦ ἀνέμοιο.
πολλάκι γὰρ καὶ τοῦτο νότῳ ἔπι σῆμα τιτύσκει
νὺξ αὐτή, μογεροῖσι χαριζομένη ναύτῃσιν.