Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0653.tlg001.perseus-grc2, lines 2.420-2.461
Aratus Astron. et Epic., Φαινόμενα 2.420-461
Not analysed yet
οἱ δʼ εἰ μέν κε πίθωνται ἐναίσιμα σημαινούσῃ,
αἶψά τε κοῦφά τε πάντα καὶ ἄρτια ποιήσωνται,
αὐτίκʼ ἐλαφρότερος πέλεται πόνος· εἰ δέ κε νηῒ
ὑψόθεν ἐμπλήξῃ δεινὴ ἀνέμοιο θύελλα
αὕτως ἀπρόφατος, τὰ δὲ λαίφεα πάντα ταράξῃ,
ἄλλοτε μὲν καὶ πάμπαν ὑπόβρυχα ναυτίλλονται,
ἄλλοτε δʼ, αἴ κε Διὸς παρανισσομένοιο τύχωσιν
εὐχόμενοι, βορέω δὲ παραστράψῃ ἀνέμου ἴς,
πολλὰ μάλʼ ὀτλήσαντες ὅμως πάλιν ἐσκέψαντο
ἀλλήλους ἐπὶ νηΐ. νότον δʼ ἐπὶ σήματι τούτῳ
δείδιθι, μέχρι βορῆος ἀπαστράψαντος ἴδηαι.
εἰ δέ κεν ἑσπερίης μὲν ἁλὸς Κενταύρου ἀπείη
ὦμος ὅσον προτέρης, ὀλίγη δέ μιν εἰλύοι ἀχλὺς
αὐτόν, ἀτὰρ μετόπισθεν ἐοικότα σήματα τεύχοι
νὺξ ἐπὶ παμφανόωντι Θυτηρίῳ, οὔ σε μάλα χρὴ
ἐς νότον ἀλλʼ εὔροιο περισκοπέειν ἀνέμοιο.
δήεις δʼ ἄστρον ἐκεῖνο δύω ὑποκείμενον ἄλλοις·
τοῦ γάρ τοι τὰ μὲν ἀνδρὶ ἐοικότα νειόθι κεῖται
σκορπίου, ἱππούραια δʼ ὑπὸ σφίσι Χηλαὶ ἔχουσιν.
αὐτὰρ ὁ δεξιτερὴν αἰεὶ τανύοντι ἔοικεν
ἀντία δινωτοῖο Θυτηρίου, ἐν δέ οἱ ἀπρὶξ
ἄλλο μάλʼ ἐσφήκωται ἐληλάμενον διὰ χειρὸς
θηρίον· ὣς γάρ μιν πρότεροι ἐπεφημίξαντο.
ἀλλʼ ἔτι γάρ τε καὶ ἄλλο περαιόθεν ἕλκεται ἄστρον·
ὕδρην μιν καλέουσι, τὸ δὲ ζώοντι ἐοικὸς
ἠνεκὲς εἰλεῖται· καί οἱ κεφαλὴ ὑπὸ μέσσον
καρκίνον ἱκνεῖται, σπείρη δʼ ὑπὸ σῶμα Λέοντος,
οὐρὴ δὲ κρέμαται ὑπὲρ αὐτοῦ Κενταύροιο.
μέσσῃ δὲ σπείρῃ κρητὴρ, πυμάτῃ δʼ ἐπίκειται
εἴδωλον κόρακος σπείρην κόπτοντι ἐοικός.
καὶ μὴν καὶ προκύων Διδύμοις ὕπο καλὰ φαείνει.
ταῦτά κε θηήσαιο παρερχομένων ἐνιαυτῶν
ἑξείης παλίνωρα· τὰ γὰρ καὶ πάντα μάλʼ αὕτως
οὐρανῷ εὖ ἐνάρηρεν ἀγάλματα νυκτὸς ἰούσης.
οἱ δʼ ἐπιμὶξ ἄλλοι πέντʼ ἀστέρες, οὐδὲν ὁμοῖοι,
παντόθεν εἰδώλων δυοκαίδεκα δινεύονται.
οὐκ ἂν ἔτʼ εἰς ἄλλους ὁρόων ἐπιτεκμήραιο
κείνους ἧχι κέονται· ἐπεὶ πάντες μετανάσται,
μακροὶ δέ σφεων εἰσὶν ἑλισσομένων ἐνιαυτοί,
μακρὰ δὲ σήματα κεῖται ἀπόπροθεν εἰς ἓν ἰόντων.
οὐδʼ ἔτι θαρσαλέος κείνων ἐγώ· ἄρκιος εἴην
ἀπλανέων τά τε κύκλα τά τʼ αἰθέρι σήματʼ ἐνισπεῖν.