Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0653.tlg001.perseus-grc2, lines 2.462-2.502
Aratus Astron. et Epic., Φαινόμενα 2.462-502
Not analysed yet
ἦτοι μὲν τά γε κεῖται ἀλίγκια δινωτοῖσιν
τέσσαρα, τῶν κε μάλιστα πόθη ὄφελός τε γένοιτο
μέτρα περισκοπέοντι κατανομένων ἐνιαυτῶν.
σήματα δʼ εὖ μάλα πᾶσιν ἐπιρρήδην περίκειται
πολλά τε καὶ σχεδόθεν πάντη συνεεργμένα πάντα.
αὐτοὶ δʼ ἀπλανέες καὶ ἀρηρότες ἀλλήλοισιν
πάντες· ἀτὰρ μέτρῳ γε δύω δυσὶν ἀντιφέρονται.
εἴ ποτέ τοι νυκτὸς καθαρῆς, ὅτε πάντας ἀγαυοὺς
ἀστέρας ἀνθρώποις ἐπιδείκνυται οὐρανίη Νύξ,
οὐδέ τις ἀδρανέων φέρεται διχόμηνι σελήνῃ,
ἀλλὰ τά γε κνέφαος διαφαίνεται ὀξέα πάντα—
εἴ ποτέ τοι τημόσδε περὶ φρένας ἵκετο θαῦμα,
σκεψαμένῳ πάντη κεκεασμένον εὐρέϊ κύκλῳ
οὐρανόν, ἢ καί τίς τοι ἐπιστὰς ἄλλος ἔδειξεν
κεῖνο περιγληνὲς τροχαλόν, γάλα μιν καλέουσιν·
τῷ δʼ ἤτοι χροιὴν μὲν ἀλίγκιος οὐκέτι κύκλος
δινεῖται, τὰ δὲ μέτρα τόσοι πισύρων περ ἐόντων
οἱ δύο, τοὶ δέ σφεων μέγα μείονες εἱλίσσονται.
τῶν ὁ μὲν ἐγγύθεν ἐστὶ κατερχομένου βορέαο.
ἐν δέ οἱ ἀμφότεραι κεφαλαὶ Διδύμων φορέονται,
ἐν δέ τε γούνατα κεῖται ἀρηρότος Ἡνιόχοιο,
λαιὴ δὲ κνήμη καὶ ἀριστερὸς ὦμος ἐπʼ αὐτῷ
Περσέος, Ἀνδρομέδης δὲ μέσην ἀγκῶνος ὕπερθεν
δεξιτερὴν ἐπέχει· τὸ μέν οἱ θέναρ ὑψόθι κεῖται,
ἀσσότερον βορέαο, νότῳ δʼ ἐπικέκλιται ἀγκών·
ὁπλαὶ δʼ Ἵππειοι, καὶ ὑπαύχενον Ὀρνίθειον
ἄκρῃ σὺν κεφαλῇ, καλοί τʼ Ὀφιούχεοι ὦμοι,
αὐτὸν δινεύονται ἐληλάμενοι περὶ κύκλον·
ἡ δʼ ὀλίγον φέρεται νοτιωτέρη, οὐδʼ ἐπιβάλλει,
παρθένος· ἀλλὰ Λέων καὶ Καρκίνος· οἱ μέν ἄρʼ ἄμφω
ἑξείης κέαται βεβλημένοι, αὐτὰρ ὁ κύκλος
τὸν μὲν ὑπὸ στῆθος καὶ γαστέρα μέχρι παρʼ αἰδῶ
τέμνει, τὸν δὲ διηνεκέως ὑπένερθε χελείου
καρκίνον, ἧχι μάλιστα διχαιόμενόν κε νοήσαις
ὀρθόν, ἵνʼ ὀφθαλμοὶ κύκλου ἑκάτερθεν ἴοιεν.
τοῦ μέν, ὅσον τε μάλιστα, διʼ ὀκτὼ μετρηθέντος,
πέντε μὲν ἔνδια στρέφεται καθʼ ὑκέρτερα γαίης,
τὰ τρία δʼ ἐν περάτῃ· θέρεος δέ οἱ ἐν τροπαί εἰσιν.
ἀλλʼ ὁ μὲν ἐν βορἐω περὶ Καρκίνον ἐστήρικται.
ἄλλος δʼ ἀντιόωντι νότῳ μέσον Αἰγοκερῆα
τέμνει καὶ πόδας Ὑδροχόου καὶ Κήτεος οὐρήν·