Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0653.tlg001.perseus-grc2, lines 2.503-2.543
Aratus Astron. et Epic., Φαινόμενα 2.503-543
Not analysed yet
ἐν δέ οἵ ἐστι Λαγωός· ἀτὰρ Κυνὸς οὐ μάλα πολλὴν
αἴνυται, ἀλλʼ ὁπόσην ἐπέχει ποσίν· ἐν δέ οἰ Ἀργώ,
καὶ μέγα Κενταύροιο μετάφρενον, ἐν δέ τε κέντρον
σκορπίου, ἐν καὶ Τόξον ἀγαυοῦ Τοξευτῆρος.
τὸν πύματον καθαροῖο παρερχόμενος βορέαο
ἐς νότον ἠέλιος φέρεται· τρέπεταί γε μὲν αὐτοῦ
χειμέριος. καί οἱ τρία μὲν περιτέλλεται ὑψοῦ
τῶν ὀκτώ, τὰ δὲ πέντε κατώρυχα δινεύονται.
μεσσόθι δʼ ἀμφοτέρων, ὅσσος πολιοῖο Γάλακτος,
γαῖαν ὑποστρέφεται κύκλος διχόωντι ἐοικώς·
ἐν δέ οἱ ἤματα νυξὶν ἰσαίεται ἀμφοτέρῃσιν,
φθίνοντος θέρεος, τοτὲ δʼ εἴαρος ἱσταμένοιο.
σῆμα δέ οἱ Κριὸς Ταύροιό τε γούνατα κεῖται,
κριὸς μὲν κατὰ μῆκος ἐληλάμενος διὰ κύκλου,
Ταύρου δὲ σκελέων ὅσση περιφαίνεται ὀκλάξ.
ἐν δέ τέ οἱ ζώνη εὐφεγγέος Ὠρίωνος
καμπή τʼ αἰθομένης Ὕδρης· ἐνί οἱ καὶ ἐλαφρὸς
κρητήρ, ἐν δὲ Κόραξ, ἐνὶ δʼ ἀστέρες οὐ μάλα πολλοὶ
Χηλάων· ἐν τῷ δʼ Ὀφιούχεα γοῦνα φορεῖται.
οὐ μὴν Αἰητοῦ ἀπαμείρεται, ἀλλά οἱ ἐγγὺς
Ζηνὸς ἀητεῖται μέγας ἄγγελος. ἡ δὲ κατʼ αὐτὸν
ἱππείη κεφαλὴ καὶ ὑπαύχενον εἱλίσσονται.
τοὺς μὲν παρβολάδην ὀρθοὺς περιβάλλεται ἄξων
μεσσόθι πάντας ἔχων· ὁ δὲ τέτρατος ἐσφήκωται
λοξὸς ἐν ἀμφοτέροις, οἵ μίν ῥʼ ἑκάτερθεν ἔχουσιν
ἀντιπέρην τροπικοί, μέσσος δέ ἑ μεσσόθι τέμνει.
οὔ κεν Ἀθηναίης χειρῶν δεδιδαγμένος ἀνὴρ
ἄλλῃ κολλήσαιτο κυλινδόμενα τροχάλεια
τοῖα τε καὶ τόσα πάντα περισφαιρηδὸν ἑλίσσων,
ὡς τά γʼ ἐναιθέρια πλαγίῳ συναρηρότα κύκλῳ
ἐξ ἠοῦς ἐπὶ νύκτα διώκεται ἤματα πάντα.
καὶ τὰ μὲν ἀντέλλει καὶ αὐτίκα νειόθι δύνει
πάντα παραβλήδην· μία δέ σφεων ἐστὶν ἑκάστου
ἑξείης ἑκάτερθε κατηλυσίη τʼ ἄνοδός τε.
αὐτὰρ ὅ γʼ ὠκεανοῦ τόσσον παραμείβεται ὕδωρ,
ὅσσον ἀπʼ Αἰγοκερῆος ἀνερχομένοιο μάλιστα
καρκίνον εἰς ἀνιόντα κυλίνδεται· ὅσσον ἁπάντη
ἀντέλλων ἐπέχει, τόσσον γε μὲν ἀλλόθι δύνων.
ὅσσον δʼ ὀφθαλμοῖο βολῆς ἀποτέμνεται αὐγή.
ἑξάκις ἂν τόσση μιν ὑποδράμοι. αὐτὰρ ἑκάστη
ἴση μετρηθεῖσα δύω περιτέμνεται ἄστρα.