Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0653.tlg001.perseus-grc2, lines 2.544-2.584
Aratus Astron. et Epic., Φαινόμενα 2.544-584
Not analysed yet
Ζωΐδιον δέ ἑ κύκλον ἐπίκλησιν καλέουσιν.
τῷ ἔνι Καρκίνος ἐστί, Λέων δʼ ἐπὶ τῷ, καὶ ὑπʼ αὐτὸν
παρθένος· αἱ δʼ ἐπί οἱ Χηλαὶ καὶ Σκορπίος αὐτός,
Τοξευτής τε καὶ Αἰγόκερως, ἐπὶ δʼ Αἰγοκερῆϊ
Ὑδροχόος· δύο δʼ αὐτὸν ὕπʼ Ἰχθύες ἀστερόωνται·
τοὺς δὲ μέτα Κριός, Ταῦρός δʼ ἐπὶ τῷ Δίδυμοί τε.
ἐν τοῖς ἠέλιος φέρεται δυοκαίδεκα πᾶσιν
πάντʼ ἐνιαυτὸν ἄγων, καί οἱ περὶ τοῦτον ἰόντι
κύκλον ἀέξονται πᾶσαι ἐπικάρπιοι ὧραι.
τοῦ δʼ ὅσσον κοίλοιο κατʼ ὠκεανοῖο δύηται,
τόσσον ὑπὲρ γαίης φέρεται· πάσῃ δʼ ἐπὶ νυκτὶ
ἓξ αἰεὶ δύνουσι δυωδεκάδες κύκλοιο,
τόσσαι δʼ ἀντέλλουσι. τόσον δʼ ἐτί μῆκος ἑκάστη
νὺξ αἰεὶ τετάνυσται, ὅσον τέ περ ἥμισυ κύκλου
ἀρχομένης ἀπὸ νυκτὸς ἀείρεται ὑψόθι γαίης.
οὔ κεν ἀπόβλητον δεδοκημένῳ ἤματος εἴη
μοιράων σκέπτεσθαι ὅτʼ ἀντέλλῃσιν ἑκάστη·
αἰεὶ γὰρ τάων γε μιῇ συνανέρχεται αὐτὸς
ἠέλιος. τὰς δʼ ἄν κε περισκέψαιο μάλιστα
εἰς αὐτὰς ὁρόων· ἀτὰρ εἰ νεφέεσσι μέλαιναι
γίνοιντʼ ἢ ὄρεος κεκρυμμέναι ἀντέλλοιεν,
σήματʼ ἐπερχομένῃσιν ἀρηρότα ποιήσασθαι.
αὐτὸς δʼ ἂν μάλα τοι κεράων ἑκάτερθε διδοίη
Ὠκεανός, τά τε πολλὰ περιστρέφεται ἑοῖ αὐτῷ,
νειόθεν ὁππῆμος κείνων φορέῃσιν ἑκάστην.
οὔ οἱ ἀφαυρότατοι, ὅτε κάρκινος ἀντέλλῃσιν,
ἀστέρες ἀμφοτέρωθεν ἑλισσόμενοι περίκεινται,
τοὶ μὲν δύνοντες, τοὶ δʼ ἐξ ἑτέρης ἀνιόντες.
σύνει μὲν Στέφανος, δύνει δὲ κατὰ ῥάχιν Ἰχθύς.
ἥμισυ μέν κεν ἴδοιο μετήορον, ἥμισυ δʼ ἤδη
ἐσχατιαὶ βάλλουσι κατερχομένου Στεφάνοιο.
αὐτὰρ ὅ γʼ ἐξόπιθεν τετραμμένος ἄλλα μὲν οὔπω
γαστέρι νειαίρῃ, τὰ δʼ ὑπέρτερα νυκτὶ φορεῖται.
τὸν δὲ καὶ εἰς ὤμους κατάγει μογερὸν Ὀφιοῦχον
Καρκίνος ἐκ γονάτων, κατάγει δʼ Ὄφιν αὐχένος ἐγγύς.
οὐδʼ ἄν ἔτʼ Ἀρκτοφύλαξ εἴη πολὺς ἀμφοτέρωθεν,
μείων ἠμάτιος, τὸ δʼ ἐπὶ πλέον ἔννυχος ἤδη.
τέτρασι γὰρ μοίραις ἄμυδις κατιόντα Βοώτην
Ὠκεανὸς δέχεται· ὁ δʼ ἐπὴν φάεος κορέσηται,
βουλυτῷ ἐπέχει πλεῖον δίχα νυκτὸς ἰούσης,
ἦμος ὅτʼ ἠελίοιο κατερχομένοιο δύηται.