Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0653.tlg001.perseus-grc2, lines 2.585-2.626
Aratus Astron. et Epic., Φαινόμενα 2.585-626
Not analysed yet
κεῖναί οἱ καὶ νύκτες ἐπʼ ὀψὲ δύοντι λέγονται.
ὣς οἱ μὲν δύνουσιν, ὁ δʼ ἀντίος, οὐδὲν ἀεικής,
ἀλλʼ εὖ μὲν ζώνῃ, εὖ δʼ ἀμφοτέροισι φαεινὸς
ὤμοις Ὠρίων, ξίφεός γε μὲν ἶφι πεποιθώς,
πάντα φέρων Ποταμόν, κέραος παρατείνεται ἄλλου.
ἐρχομένῳ δὲ Λέοντι τὰ μὲν κατὰ πάντα φέρονται
καρκίνῳ ὅσσʼ ἐδύοντο, καὶ Αἰετός. αὐτὰρ ὅ γε Γνὺξ
ἥμενος ἄλλα μὲν ἤδη, ἀτὰρ γόνυ καὶ πόσα λαιὸν
οὔπω κυμαίνοντος ὑποστρέφει ὠκεανοῖο.
ἀντέλλει δʼ Ὕδρης κεφαλὴ χαροπός τε Λαγωὸς
καὶ Προκύων πρότεροί τε πόδες Κυνὸς αἰθομένοιο.
οὐ μέν θην ὀλίγους γαίης ὑπὸ νείατα βάλλει
παρθένος ἀντέλλουσα. Λύρη τότε Κυλληναίη
καὶ Δελφὶς δύνουσι καὶ εὐποίητος Ὀϊστός·
σὺν τοῖς Ὄρνιθος πρώτα πτερὰ μέσφα παρʼ αὐτὴν
οὐρὴν καὶ Ποταμοῖο παρηορίαι σκιόωνται·
δύνει δʼ Ἱππείη κεφαλή, δύνει δὲ καὶ αὐχήν.
ἀντέλλει δʼ Ὕδρη μὲν ἐπὶ πλέον ἄχρι παρʼ αὐτὸν
κρητῆρα, φθάμενος δὲ Κύων πόδας αἴνυται ἄλλους,
ἕλκων ἐξόπιθεν πρύμνην πολυτειρέος Ἀργοῦς.
ἡ δὲ θέει γαίης ἱστὸν διχόωσα κατʼ αὐτόν,
παρθένος ἦμος ἅπασα περαιόθεν ἄρτι γένηται.
Οὐδʼ ἄν ἐπερχόμεναι χηλαὶ, καὶ λεπτὰ φάουσαι,
ἄφραστοι παρίοιεν, ἐπεὶ μέγα σῆμα Βοώτης
ἀθρόος ἀντέλλει βεβολημένος Ἀρκτούροιο.
Ἀργὼ δʼ εὖ μάλα πᾶσα μετήορος ἔσσεται ἤδη·
ἀλλʼ Ὕδρη, κέχυται γὰρ ἐν οὐρανῷ ἤλιθα πολλή,
οὐρῆς ἂν δεύοιτο. μόνην δʼ ἐπὶ Χηλαὶ ἄγουσιν
δεινὸν ἐφεστηῶτʼ Ὀφιουχέα· τοῦ ἔπειτα
δεξιτερὴν κνήμην αὐτῆς ἐπιγουνίδος ἄχρις
αἰεὶ Γνύξ, αἰεὶ δὲ Λύρῃ παραπεπτηῶτος,
ὅντινα τοῦτον ἄϊστον ὑπουρανίων εἰδώλων
ἀμφότερον δύνοντα καὶ ἐξ ἑτέρης ἀνιόντα
πολλάκις αὐτονυχεὶ θηεύμεθα. τοῦ μὲν ἄρʼ οἴη
κνήμη σὺν Χηλῇσι φαείνεται ἀμφοτέρῃσιν·
αὐτὸς δʼ ἐς κεφαλὴν ἔτι που τετραμμένος ἄλλῃ
σκορπίον ἀντέλλοντα μένει καὶ ῥύτορα Τόξου·
οἱ γάρ μιν φορέουσιν, ὁ μὲν μέσον ἄλλα τε πάντα,
χεῖρα δέ οἱ σκαιἠν κεφαλήν θʼ ἅμα Τόξον ἀγινεῖ.
ἀλλʼ ὁ μὲν ὣς τρίχα πάντα καταμελεϊστὶ φορεῖται
ἥμισυ δὲ Στεφάνοιο καὶ αὐτὴν ἔσχατον οὐρὴν
Κενταύρου φορέουσιν ἀνερχόμεναι ἔτι Χηλαί.