Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0653.tlg001.perseus-grc2, lines 2.627-2.668
Aratus Astron. et Epic., Φαινόμενα 2.627-668
Not analysed yet
τῆμος ἀποιχομένην κεφαλὴν μέτα δύεται Ἵππος,
καὶ προτέρου Ὄρνιθος ἐφέλκεται ἔσχατος οὐρὴ.
δύνει δʼ Ἀνδρομέδης κεφαλή· τὸ δέ οἱ μέγα δεῖμα
κήτεος ἠερόεις ἐπάγει νότος· ἀντία δʼ αὐτὸς
Κηφεὺς ἐκ βορέω μεγάλῃ ἀνὰ χειρὶ κελεύει.
καὶ τὸ μὲν ἐς λοφιὴν τετραμμένον ἄχρι παρʼ αὐτὴν
δύνει, ἀτὰρ Κηφεὺς κεφαλῇ καὶ χειρὶ καὶ ὤμῳ.
Καμπαὶ δʼ ἄν Ποταμοῖο καὶ αὐτίκʼ ἐπερχομένοιο
σκορπίου ἐμπίπτοιεν ἐϋρρόου ὠκεανοῖο·
ὃς καὶ ἐπερχόμενος φοβέει μέγαν Ὠρίωνα.
Ἄρτεμις ἱλήκοι· προτέρων λόγος, οἵ μιν ἔφαντο
ἑλκῆσαι πέπλοιο, Χίῳ ὅτε θηρία πάντα
καρτερὸς Ὠρίων στιβαρῇ ἐπέκοπτε κορύνῃ,
θήρης ἀρνύμενος κείνῳ χάριν Οἰνοπίωνι.
ἡ δέ οἱ ἐξαυτῆς ἐπετείλατο θηρίον ἄλλο,
νήσου ἀναρρήξασα μέσας ἑκάτερθε κολώνας,
σκορπίον, ὅς ῥά μιν οὖτα καὶ ἔκτανε πολλὸν ἐόντα
πλειότερος προφανείς, ἐπεὶ Ἄρτεμιν ἤκαχεν αὐτήν.
τούνεκα δὴ καί φασι περαιόθεν ἐρχομένοιο
σκορπίου Ὠρίωνα περὶ χθονὸς ἔσχατα φεύγειν.
οὐδὲ μέν, Ἀνδρομέδης καὶ Κήτεος ὅσσʼ ἐλέλειπτο,
κείνου ἔτʼ ἀντέλλοντος ἀπευθέες, ἀλλʼ ἄρα καὶ τοὶ
πανσυδίῃ φεύγουσιν. ὁ δὲ ζώνῃ τότε Κηφεὺς
γαῖαν ἐπιξύει, τὰ μὲν ἐς κεφαλὴν μάλα πάντα
βάπτων ὠκεανοῖο, τὰ δʼ οὐ θέμις, ἀλλὰ τά γʼ αὐταὶ
ἄρκτοι κωλύουσι, πόδας καὶ γοῦνα καὶ ἰξύν.
ἡ δὲ καὶ αὐτὴ παιδὸς ἐπείγεται εἰδώλοιο
δειλὴ Κασσιέπεια. τὰ δʼ οὐκέτι οἱ κατὰ κόσμον
φαίνεται ἐκ δίφροιο, πόδες καὶ γούναθʼ ὕπερθεν,
ἀλλʼ ἥ γʼ ἐς κεφαλὴν ἴση δύετʼ ἀρνευτῆρι
μειρομένη γονάτων, ἐπεὶ οὐκ ἄρʼ ἔμελλεν ἐκείνη
Δωρίδι καὶ Πανόπῃ μεγάλων ἄτερ ἰσώσασθαι.
ἡ μὲν ἄρʼ εἰς ἑτέρην φέρεται· τὰ δὲ νειόθεν ἄλλα
οὐρανὸς ἀντιφέρει, Στεφάνοιό τε δεύτερα κύκλα
ὕδρης τʼ ἐσχατιήν, φορέει τʼ ἔπι Κενταύροιο
δῶμά τε καὶ κεφαλὴν καὶ Θηρίον ὅ ῥʼ ἐνὶ χειρὶ
δεξιτερῇ Κένταυρος ἔχει. τοὶ δʼ αὖθι μένουσιν
τόξον ἐπερχόμενον πρότεροι πόδες ἱππότα Φηρός.
τόξῳ καὶ σπείρη Ὄφιος καὶ σῶμʼ Ὀφιούχου
ἀντέλλει ἐπιόντι· καρήατα δʼ αὐτὸς ἀγινεῖ
σκορπίος ἀντέλλων, ἀνάγει δʼ αὐτὰς Ὀφιούχου
χεῖρας καὶ προτέρην Ὄφιος πολυτειρέος ἀγήν.