Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0653.tlg001.perseus-grc2, lines 2.669-2.711
Aratus Astron. et Epic., Φαινόμενα 2.669-711
Not analysed yet
τοῦ γε μὲν Ἐγγόνασιν, περὶ γὰρ τετραμμένος αἰεὶ
ἀντέλλει, τότε μὲν περάτης ἐξέρχεται ἄλλα,
γυῖά τε καὶ ζώνη καὶ στήθεα πάντα καὶ ὦμος
δεξιτερῇ σὺν χειρί· κάρη δʼ ἑτέρης μετὰ χειρὸς
τόξῳ ἀνέρχονται καὶ Τοξότηι ἀντέλλοντι.
δὐν τοῖς Ἑρμαίη τε Λύρη καὶ στήθεος ἄχρις
Κηφεὺς ἠῴου παρελαύνεται ὠκεανοῖο,
ἦμος καὶ μεγάλοιο Κυνὸς πᾶσαι ἀμαρυγαὶ
δύνουσιν, καὶ πάντα κατέρχεται Ὠρίωνος,
πάντα γε μὴν ἀτέλεστα διωκομένοιο Λαγωοῦ.
ἀλλʼ οὐχ Ἡνιόχῳ Ἔριφοι οὐδʼ Ὠλενίη Αἲξ
εὐθὺς ἀπέρχονται· τὰ δέ οἱ μεγάλην ἀνὰ χεῖρα
λάμπονται, καί οἱ μελέων διακέκριται ἄλλων
κινῆσαι χειμῶνας ὅτʼ ἠελίῳ συνίωσιν.
Ἀλλὰ τὰ μὲν, κεφαλήν τε καὶ ἄλλην χεῖρα καὶ ἰξύν,
αἰγόκερως ἀνιὼν κατάγει· τὰ δὲ νείατα πάντα
αὐτῷ Τοξευτῆρι κατέρχεται. οὐδέ τι Περσεὺς
οὐδέ τι ἄκρα κόρυμβα μένει πολυτείρεος Ἀργοῦς·
ἀλλʼ ἤτοι Περσεὺς μὲν ἄτερ γουνός τε ποδός τε
δεξιτεροῦ δύεται, πρύμνης δʼ ὅσον ἐς περιαγήν·
αὐτὴ δʼ Αἰγοκερῆϊ κατέρχεται ἀντέλλοντι,
ἦμος καὶ Προκύων δύεται, τὰ δʼ ἀνέρχεται· ἄλλα,
ὄρνις τʼ Αἰητός τε τά τε πτερόεντος Ὀϊστοῦ
τείρεα καὶ νοτίοιο Θυτηρίου ἱερὸς ἕδρη.
ἵππος δʼ Ὑδροχόοιο νέον περιτελλομένοιο
ποσσί τε καὶ κεφαλῇ ἀνελίσσεται· ἀντία δʼ Ἵππου
ἐξ οὐρῆς Κένταυρον ἐφέλκεται ἀστερίη Νύξ.
ἀλλʼ οὔ οἱ δύναται κεφαλὴν οὐδʼ εὐρέας ὤμους
αὐτῷ σὺν θώρηκι χαδεῖν. ἀλλʼ αἴθοπος Ὕδρης
αὐχενίην κατάγει σπείρην καὶ πάντα μέτωπα.
ἡ δὲ καὶ ἐξόπιθεν πολλὴ μένει· ἀλλʼ ἄρα καὶ τὴν
αὐτῷ Κενταύρῳ, ὁπότʼ ἰχθύες ἀντέλλωσιν,
ἀθρόον ἐμφέρεται. ὁ δʼ ἐπʼ Ἰχθύσιν ἔρχεται Ἰχθὺς
αὐτῷ κυανέῳ ὑποκείμενος Αἰγοκερῆϊ,
οὐ μὲν ἄδην, ὀλίγον δὲ δυωδεκάδʼ ἀμμένει ἄλλην.
οὕτω καὶ μογεραὶ χεῖρες καὶ γοῦνα καὶ ὦμοι
Ἀνδρομέδης δίχα πάντα, τὰ μὲν πάρος, ἄλλα δʼ ὀπίσσω,
τείνεται, ὠκεανοῖο νέον ὁπότε προγένωνται
Ἰχθύες ἀμφότεροι. τά μέν οἱ κατὰ δεξιὰ χειρὸς
αὐτοὶ ἐφέλκονται, τὰ δʼ ἀριστερὰ νεόθεν ἕλκει
κριός ἀνερχόμενος. τοῦ καὶ περιτελλομένοιο
ἐσπερόθεν κεν ἴδοιο Θυτήριον· αὐτὰρ ἐν ἄλλῃ
Περσέος ἀντέλλοντος ὅσον κεφαλήν τε καὶ ὤμους.