Ancient Greek · ~8 min
Edition urn:cts:greekLit:tlg0653.tlg001.perseus-grc2, lines 2.712-2.757
Aratus Astron. et Epic., Φαινόμενα 2.712-757
Not analysed yet
αὐτὴ δὲ ζώνη καί κʼ ἀμφήριστα πέλοιτο
ἢ Κριῷ λήγοντι φαείνεται ἢ ἐπὶ ταύρωι,
σὺν τῷ πανσυδίῃ ἀνελίσσεται. οὐδʼ ὅ γε Ταύρου
λείπεται ἀντέλλοντος, ἐπεὶ μάλα οἱ συναρηρὼς
Ἡνίοχος φέρεται· μοίρῃ γε μὲν οὐκ ἐπὶ ταύτῃ
ἀθρόος ἀντέλλει, Δίδυμοι δέ μιν οὖλον ἄγουσιν.
ἀλλʼ Ἔριφοι λαιοῦ τε θέναρ ποδὸς Αἰγὶ σὺν αὐτῇ
Ταύρῳ συμφορέονται, ὅτε λοφίη τε καὶ οὐρὴ
κήτεος αἰθερίοιο περαιόθεν ἀντέλλωσιν.
δύνει δʼ Ἀρκτοφύλαξ ἤδη πρώτῃ τότε μοίρῃ
τάων, αἳ πίσυρές μιν ἄτερ χειρὸς κατάγουσιν
λαιῆς· ἡ δʼ αὐτῷ μεγάλῃ ὑποτέλλεται Ἄρκτῳ.
Ἀμφότεροι δὲ πόδες καταδυομένου Ὀφιούχου,
μέσφʼ αὐτῶν γονάτων, διδύμοις ἔπι σῆμα τετύχθω
ἐξ ἑτέρης ἀνιοῦσι. τότʼ οὐκέτι Κήτεος οὐδὲν
ἕλκεται ἀμφοτέρωθεν, ὅλον δέ μιν ὄψεαι ἤδη.
ἤδη καὶ Ποταμοῦ πρώτην ἁλὸς ἐξανιοῦσαν
ἀγὴν ἐν καθαρῷ πελάγει σκέψαιτό κε ναύτης,
αὐτὸν ἐπʼ Ὠρίωνα μένων, εἴ οἵ ποθι σῆμα
ἢ νυκτὸς μέτρων ἠὲ πλόου ἀγγείλειεν.
πάντη γὰρ τά γε πολλὰ θεοὶ ἄνδρεσσι λέγουσιν.
οὐχ ὁράᾳς; ὀλίγη μὲν ὅταν κεράεσσι σελήνη
ἑσπερόθεν φαίνηται, ἀεξομένοιο διδάσκει
μηνός· ὅτε πρώτη ἀποκίδναται αὐτόθεν αὐγή,
ὅσσον ἐπισκιάειν, ἐπὶ τέτρατον ἦμαρ ἰοῦσα·
ὀκτὼ δʼ ἐν διχάσει· διχόμηνα δὲ παντὶ προσώπῳ.
αἰεὶ δʼ ἄλλοθεν ἄλλα παρακλίνουσα μέτωπα
εἴρει ὁποσταίη μηνὸς περιτέλλεται ἠώς.
ἄκρα γε μὴν νυκτῶν κεῖναι δυοκαίδεκα μοῖραι
ἄρκιαι ἐξειπεῖν. τὰ δέ που μέγαν εἰς ἐνιαυτόν,
ὥρη μέν τʼ ἀρόσαι νειούς, ὥρη δὲ φυτεῦσαι,
ἐκ Διὸς ἤδη πάντα πεφασμένα πάντοθι κεῖται.
καὶ μέν τις καὶ νηῒ πολυκλύστου χειμῶνος
ἐφράσατʼ ἢ δεινοῦ μεμνημένος Ἀρκτούροιο
ἠέ τεων ἄλλων, οἵ τʼ ὠκεανοῦ ἀρύονται
ἀστέρες ἀμφιλύκης, οἵ τε πρώτης ἔτι νυκτός.
ἤτοι γὰρ τοὺς πάντας ἀμείβεται εἰς ἐνιαυτὸν
ἠέλιος μέγαν ὄγμον ἐλαύνων, ἄλλοτε δʼ ἄλλῳ
ἐμπλήσει, τοτὲ μέν τʼ ἀνιὼν τοτὲ δʼ αὐτίκα δύνων·
ἄλλος δʼ ἀλλοίην ἀστὴρ ἐπιδέρκεται ἠῶ.
γινώσκεις τάδε καὶ σύ, τὰ γὰρ συναείδεται ἤδη
ἐννεακαίδεκα κύκλα φαεινοῦ ἠελίοιο,
ὅσσα τʼ ἀπὸ ζώνης εἰς ἔσχατον Ὠρίωνα
νὺξ ἐπιδινεῖται Κύνα τε θρασὺν Ὠρίωνος,
οἵ τε Ποσειδάωνος ὁρώμενοι ἢ Διὸς αὐτοῦ
ἀστέρες ἀνθρώποισι τετυγμένα σημαίνουσιν.