Ancient Greek
164.2
Arcadius, De Accentibus [Sp.] 164.2
Unproofread scanNot analysed yet
5 Αἱ μέντοι μεταπλασμὸν παθούσαι δοτικαὶ προπαραξύνονται, προβάτοις πρόβασιν, ἑκάτοις ἑκάσιν, ἀστραῖς ἀστράσιν. Περὶ τόνου τῆς πληθυντικῆς αἰτιατικῆς. Πᾶσα αἰτιατικὴ πληθυντικὴ ἐπὶ ταύτης τῆς συλλαβῆς ἔχει τὸν τόνον, ἐφ’ ἧς καὶ ἡ γενικὴ ἐνική, καλοῦ καλοῦς, αἰαντος αἰαντας, κοχλίου κοχλίας, εἰ μὴ συναίρεσις γένοιτο, ταχέος ταχεῖς, βραδέος βραδεῖς. καὶ χωρὶς τῶν εἰς ὡς ὀξυτόνων γενικῶν· τότε γὰρ οὐχ ὁμοτονοῦσιν αἱ αἰτιατικαὶ 15ταῖς γενικαῖς· αἱ γὰρ αἰτιατικαὶ πληθυντικαὶ εἰς ᾶς λήγουσαι βραχυκατάληκτοι οὐκ ὀξύνονται, ἀλλὰ βαρύνονται. ὁμοτονοῦσι δὲ τῇ πληθυντικῇ εὐθείᾳ οὐδέποτε ὀξυτονουμένη, οἷον γυναικὸς γυναῖκες γυναῖκας, θυγατρὸς θύγατρες θύγατρας 20προπαραοξυτόνως, καὶ φωτὸς φῶτες φῶτας, καὶ πάλιν ἡ πληθυντικὴ αἰτιατικὴ συνβαρύνεται τῇ ἰδίᾳ εὐθείᾳ, οἷον, φῶτας, ἄνδρας, παίδας, διότι φῶτες, ἄνδρες, παῖδες. πρόσκειται εἰς ᾶς λήγουσαι, διὰ τὸ κλᾶς, σαφᾶς· κᾶν γὰρ ὀξύνῃται, ἀλλ’ 25οὐ βραχυκατάληκτεῖ· μακρὸν γὰρ ἔχει τὸ ᾶ.