Ancient Greek
165.1
Arcadius, De Accentibus [Sp.] 165.1
Unproofread scanNot analysed yet
Περὶ τῶν ἐγκλινόντων μορίων. Δεῖ εἰδέναι, ὅτι ἐν ὀνόμασι καὶ ἀντωνυμίαις καὶ ῥήμασιν, ἐν ἐπιρρήμασι καὶ συνδέσμοις εὐρίσκεται ἐγκλινόμενα. καὶ ὀνόμασι μὲν τὸ τις, καὶ αἱ δέξης πτώσεις καὶ ἀριθμοί, ἄνθρωπός τις, ἄνθρωπώ τις, ἄνθρωποι τινες. ἐν ἀντωνυμίαις δὲ τὰ σημαίνοντα ἀπόλυτα πρόσωπα, ἠκουσάς μου, ἔδωκάς μοι, ἐτυφάς με. ἐν δὲ ῥήμασι τὸ φημί, καὶ εἰμί καὶ ἐστι, καὶ τὰ ὅμοια, ἄνθρωπός εἰμι, ἄνθρωποι εἰσιν, ἀκεσίλαόν φημι. ἐν δὲ τοῖς ἐπιρρήμασι τὰ ἀναποδοτικὰ τῶν πνευστικῶν, οἷον, πότε, ποτέ, ἐὰν ποτε, πόθεν, ποθέν, ἐὰν ποθεν, πόθι, ποθί, αἰκέν ποθί. ἐν δὲ τοῖς συνδέσμοις ὁ τὲ καὶ ὁ νῦ, καὶ ὁ ποὶ καὶ τοῖ, καὶ δήν, πέρ, γέ.