Ancient Greek
176.3 to 177.1
Arcadius, De Accentibus [Sp.] 176.3-177.1
Unproofread scanNot analysed yet
Τὰ εἰς πτω βαρύνεται, εἰ μὴ προκατάρχοι ὄνομα ἢ διαστολὴ γένοιτο σημαυμένου, σκάπτω, ῥίπτω. τὸ γὰρ ῥίπτω ἀττικὸν ποιητικόν. ἵπτω τὸ βλάπτω, θάπτω, σκώπτω, ἐνίπτω τὸ ἐπιπλήττω, τύπτω καὶ τυπτῶ ἀττικῶς, ὄπτω καὶ ὀπτῶ. εἰς ταῦτα δὲ προκατάρχεται ὄνομα, ἄβλεπτος ἄβλεπτῶ, ἄπεπτος ἄπεπτῶ, ἄλειπτης φιλοαλειπτῶ. Τὰ εἰς γω δισύλλαβα τῷ παραληγόμενα ἀπὸ συμφώνου ἀρχόμενα βαρύνεται, θήγω, λήγω, τμήγω. τὸ δὲ ἥγῶ, ἀφ’ οὗ τὸ ἡγοῦμαι, περισπάται, ἀπὸ φωνήντος ἀρχόμενον. Τὰ εἰς γω ὑπερδισύλλαβα, σύνδετα δὲ διὰ τοῦ γος παρηγμένα τῷ ἢ παραληγόμενα περισπᾶται, ποδηγὸς ποδηγῶ, φορηγὸς φορηγῶ, στρατηγὸς στρατηγῶ, κυνηγὸς κυνηγῶ. τὸ δὲ ἀρήγω οὐκ ἀπὸ τοῦ ἀρηγός, ἀλλ’ αὐτὸ ἀπ’ ἐκείνου. τὸ δὲ κενλήγω καὶ κειλήγω ποιητικῶς βαρύνονται ἀπὸ τῶν παρακειμένων γεγονότα. Τὰ εἰς γω ὑπερδισύλλαβα τῷ α παραληγόμενα περισπᾶται μὴ ὄντα σύνθετα παρὰ πρόθεσιν, ἀμαράγω, πλατάγω. τὸ δὲ ἄγω βαρύνεται· καὶ τὰ ἀπ’ αὐτοῦ σύνθετα, διάγω, ἀνάγω, κα-τάγω.