Ancient Greek
177.3
Arcadius, De Accentibus [Sp.] 177.3
Unproofread scanNot analysed yet
Τὰ εἰς γω μὴ παρώνυμα, ἢ κατὰ παραγωγὴν γινόμενα ἀπὸ βαρυτόνου, βαρύνονται, ὅποτε μὴ πρὸς διαστολὴν παραλαμβάνοιτο ἢ παραλήγοιτο τῷ ἢ τῷ ᾳ, ψέγω, φλέγω, λέγω, εἴργω, πνίγω, ἀμέλγω, ἀλέχω, ὀρέγω. πρᾶσκεται μὴ παρώνυμα, διὰ τὸ τρύγη τρυγῶ, στυξ στυγῶ, ἄλγος ἄλγῶ, σιγὴ σιγῶ, ρίγος ρίγῶ. μὴ ἀπὸ βαρυτόνου δὲ ῥήματος παραχθέντα διὰ τὸ λεγῶ, ἀ-λογῶ. μὴ πρὸς ἀντιδιαστολὴν προσκεῖται διὰ τὸ ἄγω καὶ ἄγῶ τὸ καταπλήττομαι, ἐξ οὗ τὰ ἄγχι καὶ ἄγχαμαι. ἢ εἰ μὴ παραλήγοιτο τῷ ᾳ ἢ τῷ ἢ, διὰ τὸ σμαραγῶ, καὶ ἡγῶ, ὅθεν τὸ ἡγοῦμαι.