Ancient Greek
177.4 to 178.2
Arcadius, De Accentibus [Sp.] 177.4-178.2
Unproofread scanNot analysed yet
Τὰ εἰς γω ἰαμβικά, εἰ μὲν ἔχει πρὸ ταῦ τέλους τὸ ε, βαρύνεται, εἰ δὲ ἄλλο τι, περισπᾶται, φλέγω, λέγω, στέχω. μαγῶ δὲ καὶ στυγῶ καὶ τρυγῶ μὴ τὸ ε ἔχοντα περισπῶνται. Τὰ εἰς γω ἔχοντα πρὸ ταῦ γ ἀσύμφωνον βαρύνεται, εἰ μὴ παρ’ ὄνομα γένοιτο, εἴργω, στέργω, ἀμέλγω, σφίγγω. τὸ δὲ ἄλγῶ ἔχει τὸ ἄλγος, καὶ τὸ ἄργῶ τὸ ἄργος, καὶ τὸ γεωργῶ τὸ γεωργός, καὶ καουργῶ τὸ καουργός. Τὰ εἰς γω δισύλλαβα παραληγόμενα φύσει μακρᾷ ὅτε ἀπὸ συμφώνου ἄρχοιτο, βαρύνεται, εἰ30 μὴ παρ’ ὄνομα εἶη, τρώγω, φάγω, τιμήσω, λήγω, θήγω. τὸ μέντοι φείγω ἔχει τὸ φέγος. Τὰ εἰς γω ὑπερδισύλλαβα μὴ παρ’ ὄνομα σύνθετα, εἰ μὴ παραλήγοιτο φθάσι μακρᾷ, βαρύνεται, σπεύρω, ἀρήγω, ἐρεύγω· τὸ δὲ παιδαγωγῶ ἔχει τὸ παιδαγωγός.