Ancient Greek
185.4
Arcadius, De Accentibus [Sp.] 185.4
Unproofread scanNot analysed yet
Τὰ εἰς νω δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους 15 συλλαβὴν εἰς δίχρονον συνεσταλμένον καταλήγουσαν, ἢ συμφώνου ἢ συμφώνων μὴ ἀντιστοίχων, ἢ ὑπὸ συμφώνου περισπᾶται, χωρὶς εἰ μὴ κατ' ἐπένθεσιν εἴη τοῦ γινομένου, κυνῶ καὶ ἐν συνθέσει προσκυνῶ, πλανῶ, σινῶ τὸ βλάπτω. τὸ δὲ τιῶ τινω κατ' ἐ- 20 πένθεσιν τοῦ ν, οὐ τὸ δίχρονον ποτὲ μὲν συστὲλλει, ποτὲ δὲ ἐκτείνει. τὸ δὲ φθίνω καὶ φθάνω ἀπὸ ἀντιστοίχων ἤτοι ἰσοστοίχων. τὸ δὲ ἄνω ἀντὶ ἄνῶ ἀπὸ φωνήεντος ἄρχεται.