Ancient Greek
185.5 to 187.2
Arcadius, De Accentibus [Sp.] 185.5-187.2
Unproofread scanNot analysed yet
Τὰ εἰς νω παραληγόμενα τῷ ἑ, εἰ προκατάρ- 25 τῷ ἑ περισπᾶται ται ὄνομα, ἐξ οὐ γέγονε, φρενὸς φρενῶ, ἑνὸς ἑνῶ, ξένος ξενῶ, ἀσθενὴς ἀσθενῶ, σθένος σθενῶ, στενὸς στενῶ. τὸ γὰρ τένω οὐκ ἔχει ὄνομα οὔτε τὸ μένω. Τὰ εἰς νω παραληγόμενα τῷ ὁ περισπάται, φθονῶ, δονῶ, πονῶ, κλονῶ, ὄνῶ τὸ ὠφελῶ, φρονῶ, δουλῶ. Τὰ εἰς νω παραληγόμενα φύσει μακρῷ φωνήεντι, ὅποτε μὲν 77) εἴη κατ᾽ αἰολίδα διάλεκτον, περισπάται, ακηρῶ, θρηγῶ, σφηγῶ, φωνῶ, ὤνῶ καὶ ὠνούμαι, κοινῶνῶ. τὸ πᾶνῶ βαρύνεται ὡς ἴδιον αἰολικόν. Τὰ εἰς νω δισύλλαβα παραληγόμενα τῇ εἰοδιφθόγγῳ βαρύνεται, εἰ παρ᾽ ὄνομα εἴη, τείνω, γείνω, πτείνω. τὸ δεινῶ περισπάται, ὅτι δεινός, καὶ τὸ πεινῶ, ὅτι πείνα. Τὰ εἰς νω δισύλλαβα παραληγόμενα ἐκτεταμένῳ βαρύνεται, εἰ μὴ καταρχοιτο ὄνομα, κρέωνω, πίνω, κλίνω, σίνω. τὸ δὲ ρίνῶ παρὰ τὴν ρίνη. τούτοις ὅμοιον καὶ τὸ κοινῶ. Τὰ εἰς νω παραληγόμενα ὑ μακρῷ βαρύνεται, εἰ μὴ προκατάρχῃ ὄνομα, δύνω, θύνω, πλύνω, φύνω, μηκύνω, πλατύνω, ταχύνω. σεσημεῖωται τὸ ὕνῶ περισπώμενον. τὸ δὲ ξυνῶ ἔχει τὸ ξυνός. καὶ τὸ ὀδυνῶ ἔχει τὸ ὀδύνη, καὶ τὸ ὑβραχύ. Τὰ διὰ τοῦ αἰνω βαρύνεται· ἃ δὲ περισπῶνται, ὀλίγα εἰσί, καὶ παρ᾽ ὄνομα γεγόνασι, φαίνω φαίνομαι, μαίνω μαίνομαι, φαίνω, μιάινω. τὸ μέντοι αἰνῶ περισπώμενον ἔχει τὸ αἴνος, ὡςπερ καὶ τὸ κελαίνω τὸ κελαῖνός, καὶ τὸ τριάινω τὸ τρίαἰνα. 77) μὴ προ μὲν. Τὰ εἰς νω παραληγόμενα διφθόγγῳ, μὴ τῇ αι ἢ ει, περισπᾶται, ἐρευνῶ, θοινῶ, χαυνῶ, κοινῶ, οἰνῶ, χωρὶς τοῦ ἐλαύνω. Τὰ εἰς νω ὑπερδισύλλαβα παραληγόμενα τῃ ει διφθόγγῳ ἢ μακρῷ τῷ ι βαρύνεται, εἶνω,5 ὀρίνω 78). τὸ δὲ χαλινῶ περισπᾶται, ὅτι ἔχει τὸ χαλινός, ὥσπερ καὶ τὸ ταπεινῶ τὸ ταπεινός.