Ancient Greek
187.3
Arcadius, De Accentibus [Sp.] 187.3
Unproofread scanNot analysed yet
Τὰ εἰς νω μετ’ ἐπιπλοκῆς συμφώνου περισπᾶται, ὑπνῶ, πυκνῶ, ἰκνῶ καὶ ἰκνούμαι, τεχνῶ τεχνῶμαι, σκιδνῶ, ἰδνῶ. σσημειῶται τὸ δάκνω10 βαρύτονον, ὅπερ ἀπὸ τοῦ δαγκάνω γέγονε κατὰ συγχοπὴν. τὰ δὲ ἔχοντα πρὸ τοῦ ν τὸ μ βαρύνεται, χωρὶς εἰ μὴ ἀπὸ δύο συμφώνων ἄρχοιτο, ἢ ὄνομα προκατάρχοι, μίμνω, κάμνω, τέμνω. τὸ δὲ κριμνῶ περισπᾶται, ὅτι ἀπὸ δύο συμφώνων15 ἠρξάτο.