Ancient Greek
90.5
Arcadius, De Accentibus [Sp.] 90.5
Unproofread scanNot analysed yet
Τὰ εἰς φος δισύλλαβα κύρια ἢ προσηγορικά βαρύνεται, εἰ μὴ παραλήγοι τῷ ὑ βραχεῖ, ἢ εἰς τὸ λ τοπικά, πάφος, τάφος, σόφος τὸ κύριον, σοφὸς δὲ τὸ ἐπίθετον, ὄρφος κοινῶς, ὄρφως (sic) δὲ ἀττικῶς. τὸ δὲ κρυφὸς καὶ στυφὸς ἔχει τὸ ὑ βραχύ. τὸ δὲ κῦφος τὸ κυ μακρόν. τὸ δὲ ἀλφὸς τὸ σωματικὸν πᾶθος, καὶ πολφὸς ὄψον τι, ἔχουσι τὸ λ. τὰ δὲ ἐπίθετα ὀξύνεται, σοφός, κυφός, κυφός. τὸ δὲ κοῦφος προπερισπᾶται.