Ancient Greek
90.6 to 91.6
Arcadius, De Accentibus [Sp.] 90.6-91.6
Unproofread scanNot analysed yet
Τὰ εἰς φος ὑπερδισύλλαβα ἀπλᾶ μὴ δηλοῦντα ἐνέργειαν προπαραοξύνεται, κρόταφος, ἕλαφος, ἕπαφος, κόλαφος, ἀσκάλαφος, ἀργυφός. ὁ λευκός. τὸ δὲ ἀδελφὸς ὀξύνεται, καὶ τὰ ἐνέργειαν δηλοῦντα παραοξύνεται, πορφυρόβαφος, ὑπόδηματοράφος καὶ ἱπποτρόφος. Τὰ εἰς χος δισύλλαβα μὴ ὄντα ἐπιθετικά βαρύνεται, κόλχος, βρόγχος, μόσχος, κόχλος, τρά χος ὁ τόπος ἐν ᾧ τρέχουσι, τροχὸς δὲ ὁ κύκλος, βρόχος. σεσημειῶται τὸ μυχὸς ὁ ἐνδότερος τόπος. τὸ δὲ μοιχὸς, πτωχὸς, ἄρχος, ἐπιδετικὰ ὄντα ὀξύνεται. Τὰ ἀπὸ τῶν εἰς ος παροξυτῶνων προπαραοξύνεται, νόος ἀλκίνοος, πόντος ἑλλησποντος, φίλος δίφιλος, τὸ δὲ ὀστολόγος καὶ οἰκονόμος οὐ παρὰ Τὰ εἰς χος ὑπερδισύλλαβα προπαραοξύνεται, στόμαχος, βάτραχος, σωτήριχος, δόλιχος τὸ ὄσπριον, δολιχὸς δὲ ὁ μακρὸς. τὸ δὲ μοραχάς. Τὰ εἰς ψος δισύλλαβα ἐπιδετικὰ βαρύνεται, μόψος, γύψος, τίψος, τάψος εἶδος ξύλου. τὰ δὲ ἐπιδετικὰ πρὸ τοῦ ψ ἔχοντα μ ὀξύνεται, κομψός, γαμψός. Τὰ εἰς ψος ὑπερδισύλλαβα ὀξύνεται, καλυψός, κινδαψός, χορδαψός. Τὰ εἰς ος λήγοντα ουδέτερα ὀνόματα ἀεὶ βαρύνεται, τεῖχος, βέλος, πᾶθος, πέλαγος, ὕψος. αἱ δὲ μετοχαὶ ουδέτεραι ὀξύνονται, τετυφὸς, πεποιητός, γεγραφοὺς, ὡςπερ καὶ αἱ ἀρσενικαί. Περί τόπου τῶν συντιθεμένων ὀνομάτων. Βιβλίον θ'. Περί τῶν εἰς ος. Τὰ εἰς ος σύνθετα προπαραοξύνεται, φιλαλέξανδρος, φιλάνθρωπος, εὐστέφανος. ωπος, πυνόμενος ἀπυόμενος, λυμένος ἀλύμενος, μηνὸς διμήνος, τρίμηρος, πατρὸς ἀντίπατρος, χάριτος ἀχάριτος, δέμιτος ἀδέμιτος.