Ancient Greek
1.352.3
Archelaus Phil., Testimonia 1.352.3
Unproofread scanNot analysed yet
Ἀρχέλαος Ἀθηναῖος ἢ Μιλήσιος, πατρὸς Ἀπολλοδώρου, ὡς δέ τινες, Μίδωνος, μαθητὴς Ἄναξαγόρου, διδάσκαλος Σωκράτους. (οὗτος πρῶτος ἐκ τῆς Ἰωνίας τὴν φυσικὴν φιλοσοφίαν μετήγαγεν Ἀθήναζε. Note zu Anaxagoras.) καὶ ἐκλήθη φυσικός, παρὸν καὶ ἔληξεν ἐν αὐτῷ ἡ φυσικὴ φιλοσοφία, Σωκράτους τὴν ἠθικὴν εἰσαγαγόντος. ἔοικεν δὲ καὶ αὐτὸς ἀψασθαι τῆς ἠθικῆς. καὶ γὰρ περὶ νόμων περιελοσόφησεν καὶ καλῶν καὶ δικαίων· παρ’ οὗ λαβὼν Σωκράτης τῷι αὐτῷι εἰς τὸ εὑρεῖν ὑπελήφθη. ἔλεγε δὲ δύο αἰτίας εἶναι γενέσεως, θερμὸν καὶ ὑγρόν· καὶ τὰ ζῷια ἀπὸ τῆς ἰλύος γεννηθῆναι· καὶ τὸ δίκαιον εἶναι καὶ τὸ αἰσχρὸν οὐ φύσει, ἀλλὰ νόμῳ.