Ancient Greek
1.352.4
Archelaus Phil., Testimonia 1.352.4
Unproofread scanNot analysed yet
ὁ δὲ λόγος αὐτῷι οὕτως ἔχει. τηχόμενον φησὶ τὸ ὕδωρ ὑπὸ τοῦ θερμοῦ, καθὸ μὲν εἰς τὸ (κάτω διὰ τοῦ) πυρώδες συνίσταται, ποιεῖν γῆν· καθὸ δὲ περιφορεῖ, ἀέρα γεννᾶν. δθεν ἡ μὲν ὑπὸ τοῦ ἀέρος, ὁ δὲ ὑπὸ τῆς τοῦ πυρὸς περιφορᾶς κρατεῖται. γεννᾶσθαι δὲ φησι τὰ ζῷα ἐκ θερμῆς τῆς γῆς καὶ ἰλὺν παραπλησίαν γάλακτι οἷον τροφὴν ἀνείσης· οὕτω δὴ καὶ τοὺς ἀνθρώπους ποιήσαι. πρῶτος δὲ εἶπε φωνῆς γένεσιν τὴν τοῦ ἀέρος πλήξιν. τὴν δὲ θάλατταν ἐν τοῖς κοιλοῖς διὰ τῆς γῆς ἠθουμένην συνεστάναί. μέγιστον τῶν ἀστρῶν τὸν ἥλιον, καὶ τὸ πᾶν ἄπειρον.