Ancient Greek
1.353.2 to 1.353.4
Archelaus Phil., Testimonia 1.353.2-4
Unproofread scanNot analysed yet
γεγόνασι δὲ καὶ ἄλλοι τρεῖς Ἀρχέλαοι· ὁ χωρογράφος τῆς ὑπὸ Ἀλεξάνδρου πατηθείσης γῆς, ὁ τὰ ἰδιοφυῆ ποιήσας, ἄλλος τεχνογράφος φήτωρ. Ἀρχέλαος Ἀπολλοδώρου ἢ Μίδωνος Μιλήσιος φιλόσοφος (φυσικὸς τὴν αἵρεσιν κληθεὶς, ὅτι ἀπὸ Ἰωνίας πρῶτος τὴν φυσιολογίαν ἤγαγεν Ἀναξαγόρου μαθητῆς τοῦ Κλαζομενίου, τοῦ δὲ μαθητῆς Σωκράτης, οἱ δὲ καὶ Εὐριπίδην φασίν) συνέταξε (δὲ) Φυσιολογίαν (καὶ ἐδίδαξε τὸ δίκαιον καὶ αἰσχρὸν οὐ φύσει εἶναι, ἀλλὰ νόμῳ, συνέταξε) καὶ ἄλλα τινά. Aus Hesychios, das Einge- kammerte aus n. 1.