Ancient Greek · ~2 min
Dfhg-Source dfhg4_ARCHEMACHUS_EUBOEUS
ARCHEMACHUS EUBOEUS, Fragmenta 1
Not analysed yet
Ἀρχέμαχος δ ̓ ἐν τῇ τρίτῃ Εὐβοϊκῶν «Βοιωτῶν (φησὶ) τῶν τὴν Ἀρναίαν κατοικισάντων οἱ μὴ ἀπάραντες εἰς τὴν Βοιωτίκν, ἀλλ ̓ ἐμφιλοχωρήσαντες παρέδωκαν ἑαυτοὺς τοῖς Θετταλοῖς δουλεύειν καθ ̓ ὁμολογίας, ἐφ ̓ ᾧ οὔτε ἐξάξουσιν αὐτοὺς ἐκ τῆς χώρας, οὔτε ἀποκτενοῦσιν· αὐτοὶ δὲ, τὴν χώραν αὐτοῖς ἐργαζόμενοι, τὰς συντάξεις ἀποδώσουσιν. Οὗτοι οὖν, οἱ κατὰ τὰς ὁμολογίας καταμείναντες καὶ παραδόντες ἑαυτοὺς, ἐκλήθησαν τότε μὲν μενέσται, νῦν δὲ πενέσται. Καὶ πολλοὶ τῶν κυρίων ἑαυτῶν εἰσιν εὐπορώτεροι.»