Ancient Greek · ~3 min
2 to 7
ARCHEMACHUS EUBOEUS, Fragmenta 2-7
Not analysed yet
Εὐθυμένης δὲ ἐν τοῖς Χρονικοῖς συνακμάσαντα (Ὅμηρον) Ἡσιόδῳ ἐπὶ Ἀκάστου ἐν Χίῳ γενέσθαι περὶ τὸ διακοσιοστὸν ἔτος ὕστερον τῆς Ἰλίου ἁλώσεως (φησί). Ταύτης δέ ἐστι τῆς δόξης καὶ Ἀρχέμαχος ἐν Εὐβοϊκῶν τρίτῳ. Κοτύλαιον ὄρος· Αἰσχίνης ἐν τῷ Κατὰ Κτησιφῶντος. Ἔοικε τὸ ὄρος τῆς Εὐβοίας εἶναι· Ἀρχέμαχος γοῦν ἐν γ’ Εὐβοϊκῶν φησί· «Κότυλος μὲν οὖν φαίνεται κατασχεῖν τὸ νῦν ἀπ ̓ ἐκείνου Κοτύλαιον καλούμενον.» Ἁλόννησος, νησύδριον ἐν τῷ Αἰγαίῳ πελάγει. Αἰσχίνης ἐν τῷ Κατὰ Κτησιφῶντος, ὡς καὶ Ἀρχέλαος (lege Ἀρχέμαχος) ἐν δ’ Εὐβοϊκῶν. Μνημονεύει δὲ τῆς ἀμφισβητήσεως τῆς Περὶ Ἁλοννήσου καὶ Θεόπομπος ἐν δ’ καὶ Ἀναξιμένης ἐν δ’ Φιλιππικῶν. Πάντων ἀρχαιοτάτους εἶναι Αἰγυπτίους (cum aliis multis dicit) Ἀρχέμαχος ἐν ταῖς Μετωνυμίαις. Οὐ γὰρ ἄλλον εἶναι Σάραπιν ἢ τὸν Πλούτωνά φασι, καὶ Ἶσιν τὴν Περσέφασσαν, ὡς Ἀρχέμαχος εἴρηκεν ὁ Εὐβοεὺς, καὶ ὁ Ποντικὸς Ἡρακλείδης, τὸ χρηστήριον ἐν Κανώβῳ Πλούτωνος ἡγούμενος εἶναι.