Ancient Greek
Dfhg-Source dfhg4_ARCHEMACHUS_EUBOEUS
ARCHEMACHUS EUBOEUS, Fragmenta 8
Not analysed yet
Ἀρχέμαχος δ ̓ ὁ Εὐβοεύς φησι τοὺς Κουρῆτας ἐν Χαλκίδι συνοικῆσαι· συνεχῶς δὲ περὶ τοῦ Ληλάντου πεδίου πολεμοῦντας, ἐπειδὴ οἱ πολέμιοι τῆς κόμης ἐδράττοντο τῆς ἔμπροσθεν, καὶ αὐτοὺς κατέσπων, ὄπισθεν κομῶντας γενέσθαι, τὰ δ ̓ ἔμπροσθεν κείρεσθαι· διὸ καὶ Κουρῆτας ἀπὸ τῆς κουρᾶς κληθῆναι· μετοικῆσαι δ ̓ εἰς τὴν Αἰτωλίαν, καὶ κατασχόντας τὰ περὶ Πλευρῶνα χωρία· τοὺς δὲ πέραν οἰκοῦντας τοῦ Ἀχελῴου, διὰ τὸ ἀκούρους φυλάττειν τὰς κεφαλὰς, Ἀκαρνᾶνας καλεῖσθαι.