Ancient Greek
143
Archilochus Eleg. et Iamb., Fragmenta 143
Unproofread scanNot analysed yet
Lucian. Pseudolog. 1: τὸ δὲ τοῦ Ἀρχιλόχου ἐκεῖνο ἤδη σοι λέγω, ὅτι τέττιγα τοῦ πτεροῦ συνείληφας· εἴπερ τινὰ ποιητὴν ἰάμβων ἀκούεις Ἀρχίλοχον, Πάριον τὸ γένος, ἄνδρα κομῳδὴ ἐλεύθερον καὶ παρρησίᾳ συνόντα, μηδὲν ὀκνοῦντα ὀνειδίζειν, εἰ καὶ ὅτι μάλιστα λυπήσειν ἐμελλεν τοὺς περιπετεῖς ἑσομένους τῇ χολῇ τῶν ἰάμβων αὐτοῦ. Ἐκεῖνος τοίνυν πρὸς τινὸς τῶν τοιούτων ἀκούσας κακῶς, τέττιγα ἔφη τὸν ἄνδρα εἰληφέναι πτεροῦ, εἰκάζων ἑαυτὸν τῷ τέττιγι ὁ Ἀρχίλοχος, φύσει μὲν λάλῳ ὄντι καὶ ἄνευ τινὸς ἀνάγκης, ὁπόταν δὲ καὶ τοῦ πτεροῦ ληφθῇ, γεγωνότερον βοᾷντι. Καὶ σὺ δέ, ἔφη, ὦ κακόδαμον ἄνθρωπε, τί βουλόμενος ποιητὴν λάλον παραξύνεις ἐπὶ σεαυτόν, αἰτίας ζητοῦντα καὶ ὑποθέσεις τοῖς ἰάμβοις; cf. Apostol. XVI 32. Arsen. 444. Archilochus versus dime- tro dixisse videtur: Τέττιγα δ’ εἵληφας πτεροῦ.