Ancient Greek
144 to 146
Archilochus Eleg. et Iamb., Fragmenta 144-146
Unproofread scanNot analysed yet
Aristid. II 137: Καὶ ὁ μὲν γε κατ’ ἰσχὺν προσφέρων, εἰ καὶ ἑνὸς εἴη κρείττων, ὑπὸ δυοῖν γ’ ἂν αὐτὸν κατειργεσθαι (Reiske coni. κατειργάσθαι) φησι καὶ Ἀρχίλοχος καὶ ἡ παροιμία. ubi Schol. Ἡ μὲν παροιμία φησίν· οὐδὲ Ἡρακλῆς πρὸς δύο· τὸ δὲ Ἀρχιλόχου ῥητὸν οἷον μὲν ἐστιν, οὐχ ἴσμεν, ἴσως δὲ ἂν εἴη τοιούτον. Athen. IV 167 D: Τοιούτος ἐγένετο καὶ Αἰδίῳ ὁ Κορίνθιος, ὡς φησὶ Δημήτριος ὁ Σκῆψιος, οὗ μνημονεύει Ἀρχίλοχος· ὑπὸ φιληδονίας γὰρ καὶ ἀκρασίας καὶ οὗτος, μετ’ Ἀρχίον πλέων εἰς Σικελίαν, ὅτ’ ἐμελλε πτίζειν Συρακούσας, τῷ ἑαυτοῦ συσσίτῳ μελιττούσης ἀπέδοτο τὸν κλῆρον, ὃν ἐν Συρακούσαις λαχὼν ἐμελλεν ἔξειν. Harpocrat. 171, 4: Στρύμη . . . μνημονεύει τῶν Θασιῶν πρὸς Μακωνεῖτας περὶ τῆς Στρύμης ἀμφισβητήσεως Φιλόχορος ἐν ε’ Ἀρχιλοχον ἐπαγόμενος μάρτυρα.