Ancient Greek
147
Archilochus Eleg. et Iamb., Fragmenta 147
Unproofread scanNot analysed yet
Dio Chrysost. Or. 60 T. II 666: ἔχεις μοι λύσαι ταύτην τὴν ἀπορίαν, πότερον δικαίως ἐγκaloῦσιν οἱ μὲν τῷ Ἀρχιλόχῳ, οἱ δὲ τῷ Σοφοκλεῖ, περὶ τῶν κατὰ τὸν Νέσσον καὶ τὴν Δηϊάνειραν ἢ οὔ· φασι γὰρ οἱ μὲν τὸν Ἀρχιλοχον ληφεῖν ποιούντα τὴν Δηϊάνειραν ἐν τῷ βιάζεσθαι ὑπὸ τοῦ Κενταύρου πρὸς τὸν Ἡρακλέα ῥαψοδόυσαν, ἀναμιμνήσκουσαν τῆς τοῦ Ἀχελώου μνηστείας καὶ τῶν τότε γενομένων· ὥστε πολλὴν σχολὴν εἶναι τῷ Νέσσῳ, ὅ τι ἐβούλετο πράξαι. Ad hoc carmen respicit et schol. Apoll. Rhod. I 1212: Ἡρακλῆς γήμας Δηϊάνειραν τὴν Οἰνέως θυγατέρα καὶ διάγων ἐν Καλυδῶνι παρὰ τῷ Οἰνεῖ ἐν συμποσίῳ Κύνθον ἤτοι (Hermann coni. Κύνθον τὸν Πύλητος, vid. Athen. IX 411 A) τὸν Οἰνέως οἰνοχόον, Ἀρχιτέλους δὲ παῖδα, πλήξας κονδύλῳ ἀνεῖλεν, ὅτι αὐτῷ τὰ ποδόνιπτρα ὕδατα ἀγνοῶν ἐπὶ τῶν χειρῶν ἐπέχεεν· φεύγον οὖν τὸν φόνον καὶ σὺν τῇ γαμετῇ στελλόμενος ἀνεῖλεν ἐν Εὐήνῳ ποταμῷ Νέσσον Κένταυρον, ὡς καὶ Ἀρχίλοχος ἱστορεῖ. et schol. Il. φ v. 237: Ἀρχίλοχος μὲν οὐκ ἐτόλμησεν Ἀχελῶον ὡς ποταμὸν Ἡρακλεῖ συμβαλεῖν, ἀλλ’ ὡς ταῦρον.