Ancient Greek · ~1 min
Play Her, lines Fragment tit-3
Archippus Comic., Fragmenta Fragment tit-2-3
Not analysed yet
ΗΡΑΚΛΗΣ ΓΑΜΩΝ.
Ἀνδρῶν ἄριστος καὶ μάλιστ' ἐμοὶ ξένος,
ἀτὰρ παρ' ἐμοί γ' ὢν εἶχεν οὐδὲ σύμβολον.
Ταδὶ δ' ἅμα χοίρων ἀκροκώλια μικρῶν,
ταύρου τ' αὐξίκερω φλογίδες,
αἱ δολιχαί τε κάπρου φλογίδες.
Τὸ πῦρ πολὺ λίαν· ὕπαγε τὰς ἀκροβελίδας
ἄκρας.