Ancient Greek · ~3 min
Play Ich, lines Fragment tit-13
Archippus Comic., Fragmenta Fragment tit-3-13
Not analysed yet
ΙΧΘΥΣ.
Αἰγύπτιος μιαρώτατος τῶν ἰχθύων κάπηλος,
Ἕρμαιος, ὃς βίᾳ δέρων ῥίνας γαλεούς τε πωλεῖ
καὶ τοὺς λάβρακας ἐντερεύων, ὡς λέγουσιν ἡμῖν.
Αἱρουμένους τε πραγμάτων ἐπιστάτας
ἀποδοκιμάζειν, [εἶτα δοκιμάζειν] πάλιν.
ἢν οὖν ποιῶμεν ταῦτα, κίνδυνος λαθεῖν
ἁπαξάπαντας γενομένους παλιναιρέτους.
Α. Τί λέγεις σύ; μάντεις εἰσι γὰρ θαλάσσιοι;
Β. Γαλεοί γε πάντων μάντεων σοφώτατοι.
Λεπάσιν, ἐχίνοις, ἐσχάραις, βελόναις τε τοῖς κτεσίν τε.
Κῆρυξ Θαλάσσης τρόφιμος, υἱὸς Πορφύρας.
Καὶ τὴν μὲν ἀφύην καταπέπωκεν ἐντυχὼν
ἑψητός.
Ἱερεὺς γὰρ ἦλθ' αὐτοῖσιν ὀρφὼς τοῦ θεοῦ.
Τοὺς μαιώτας καὶ σαπέρδας καὶ γλάνιδας.
Ἐκήρυξεν βόαξ,
σάλπης δ' ἐσάλπιγξ' ἕπτ' ὀβολοὺς μισθὸν φέρων.
Ἱεροὺς Ἀφροδίτης χρυσόφρυς Κυθηρίας.
Κύαθον ἐπριάμην παρὰ Δαισίου.