Ancient Greek
2.278.1
Archytas of Tarentum, Testimonia 2.278.1
Unproofread scanNot analysed yet
Ἀρχύτας Μνησαγόρου Ταραντῖνος, ὡς δ᾽ Ἀριστόξενος [FHG 79 II 275 fr. 13 vgl. A 7. 9] Ἑστιαίου, Πυθαγορικὸς καὶ αὐτός. οὗτός ἐστιν ὁ Πλάτωνα φθάσας δι᾽ ἐπιστολῆς παρὰ Διονυσίου μέλλοντα ἀναιρεῖσθαι. ἐθαυμάζετο δὲ καὶ παρὰ τοῖς πολλοῖς ἐπὶ πάσῃ ἀρετῇ· καὶ δὴ ἐπτάκις τῶν πολιτῶν ἐστρατήγησε, τῶν ἄλλων μὴ πλέον ἐνιαυτοῦ στρατηγούντων διὰ τὸ κωλύειν τὸν νόμον. πρὸς τοῦτον καὶ Πλάτων γέγραφε ἐπιστολὰς δύο, ἐπειδὴ πρὸς αὐτῷ πρότερος γεγράφει τοῦτον τὸν τρόπον. [Folgen §§80. 81 die vom Verfertiger der Okkelosschriften gefälschten Briefe.]