Ancient Greek
2.278.2 to 2.278.3
Archytas of Tarentum, Testimonia 2.278.2-3
Unproofread scanNot analysed yet
γεγόνασι δὲ Ἀρχύται τέτταρες· πρῶτος αὐτῶς οὗτος, δεύτερος Μιτυληναῖος μουσικός, τρίτος Περὶ γεωργίας συγγραφαῖος, τέταρτος ἐπιγραμματιστής. ἔνιοι καὶ πέμπτον ἀρχιτέκτονα φασιν, οὗ φέρεται βιβλίον Περὶ μηχανῆς ἀρχὴν ἔχον ταύτην· ‘τάδε περὶ [παρὰ F] Τεύχρου Καρχηδονίου διήκουσα’. περὶ δὲ τοῦ μουσικοῦ φέρεται καὶ τοῦτο, ὡς ὀνειδιζόμενος ἐπὶ τῷ μὴ ἐξακούεσθαι εἶποι· ‘τὸ γὰρ ὄργανον ὑπὲρ ἐμοῦ διαγωνιζόμενον λαλεῖ’.