Ancient Greek
2.281.1 to 2.281.2
Archytas of Tarentum, Testimonia 2.281.1-2
Unproofread scanNot analysed yet
10 10. ARIST. pol. Θ 6. 1340b26 καὶ τὴν Ἀρχύτον πλαταγὴν οἴεσθαι γενέσθαι καλῶς, ἣν διδόναι τοῖς παιδίοις ὅπως χρώμενοι ταύτῃ μηδὲν καταγνῶσι τῶν κατὰ τὴν οἰκίαν· οὐ γὰρ δύναται τὸ νέον ἡσυχάζειν. 11. AELIAN. V. H. XIV 19. Ἀ. τὰ τε ἄλλα ἦν σώφρων καὶ οὖν καὶ τὰ ἄκοσμα ἐφυλάττετο τῶν ὀνομάτων. ἐπεὶ δὲ ποτε ἐβιάζετό τι εἰπεῖν τῶν ἀπρεπῶν, οὐκ ἐξενικήθη, ἀλλ’ ἐσώπησε μὲν αὐτό, ἐπέγραψε δὲ κατὰ τοῦ τοίχου, δείξας μὲν ὅ εἰπεῖν ἐβιάζετο, οὐ μὴν βιασθεὶς εἰπεῖν.