Ancient Greek
2.281.3
Archytas of Tarentum, Testimonia 2.281.3
Unproofread scanNot analysed yet
12. ARIST. rhet. Γ 11. 1412a12 Ἀ. ἔφη ταυτόν εἶναι διαιτητὴν καὶ βωμόν· ἐπ’ ἄμφω γὰρ τὸ ἀδικοῦμενον καταφεύγει. 14. EUTOC. in Archim. sphaer. et cyl. II (III 98 Heib.) ἡ Ἀρχύτου εὕρεσις, ὡς Εὐδήμος [fr. 90 Speng.] ἱστορεῖ. Ἔστωσαν αἱ δοθεῖσαι δύο εὐθεῖαι αἱ ΑΔ, Γ. δεῖ δὴ τῶν ΑΔ, Γ δύο μέσας ἀνὰ λόγον εὑρεῖν. γεγράφθω περὶ τὴν μεῖζονα τὴν ΑΔ κύκλος ὁ ΑΒΔΖ, καὶ τῇ Γ ἴση ἐνηρμόσθω ἡ ΑΒ, καὶ ἐκβληθεῖσα συμπίπτέτω τῇ ἀπὸ τοῦ Α ἐφαπτομένῃ τοῦ κύκλου κατὰ τὸ Π. παρὰ δὲ τὴν ΠΑΟ ἥχθω ἡ ΒΕΖ, καὶ νενοήσθω ἡμικυλίνδριον ὀρθὸν ἐπὶ τοῦ ΑΒΔ ἡμικυκλίου, ἐπὶ δὲ τῆς ΑΔ ἡμικύκλιον ὀρθὸν ἐν τῷ τοῦ ἡμικυλινδρίου παραλληλογράμμῳ κείμενον, τοῦτο δὴ τὸ ἡμικύκλιον περιεγόμενον ὡς ἀπὸ τοῦ Α ἐπὶ τὸ Β μένοντος τοῦ Α πέρατος τῆς διαμέτρου τεμεῖ τὴν κυλινδρικὴν ἐπιφάνειαν ἐν τῇ περιγωγῇ καὶ γράψει ἐν αὐτῇ γραμμὴν τινὰ· πάλιν δέ, ἐὰν τῆς ΑΔ μενούσης τὸ ΑΠΔ τρίγωνον περιενεχθῇ τὴν ἐναντίαν τοῦ ἡμικυκλίου κίνησιν, κυκλικὴν ποιήσει ἐπιφάνειαν τῇ ΑΠ εὐθείᾳ, ἡ δὲ περιεγομένη συμβαλεῖ τῇ κυλινδρικῇ γραμμῇ κατὰ τι σημεῖον· ἄμα δὲ καὶ τὸ Β περιγράψει ἡμικύκλιον ἐν τῇ τοῦ χρόνου ἐπιφανείᾳ. ἔχεται δὴ θέσιν κατὰ τὸν τόπον τῆς συμπτώσεως τῶν γραμμῶν τὸ μὲν κινούμενον ἡμικύκλιον ὡς τὴν τοῦ Δ'ΚΑ, τὸ δὲ