Ancient Greek
2.282.1
Archytas of Tarentum, Testimonia 2.282.1
Unproofread scanNot analysed yet
αντιπεριαγόμενον τρίγωνον τὴν τοῦ Δ'ΛΑ, τὸ δὲ τῆς εἰρημένης συμπτώσεως σημεῖον ἔστω τὸ Κ. ἔστω δὲ καὶ τὸ διὰ τοῦ Β γραφόμενον ἡμικύκλιον τὸ ΒΜΖ, κοινὴ δὲ αὐτοῦ τομὴ καὶ τοῦ ΒΑΖΑ κύκλου ἔστω ἡ ΒΖ. καὶ ἀπὸ τοῦ Κ ἐπὶ τὸ τοῦ ΒΔΑ ἡμικυκλίου ἐπίπεδον κάθετος ἡχθω· πεσεῖται δὴ ἐπὶ τὴν τοῦ κύκλου περιφέρειαν διὰ τὸ ὀρθὸν ἑστάναι τὸν κύλινδρον. πιπτέτω καὶ ἔστω ἡ ΚΙ, καὶ ἡ ἀπὸ τοῦ Ι ἐπὶ τὸ Α ἐπιζευχθεῖσα συμβαλέτω τῇ ΒΖ κατὰ τὸ Θ, ἡ δὲ ΑΑ τῷ ΒΜΖ ἡμικυκλίῳ κατὰ τὸ Μ. ἐπεζεύχθωσαν δὲ καὶ αἱ ΚΔ', ΜΙ, ΜΘ. ἐπεὶ οὖν ἑκάτερον τῶν Δ'ΚΑ, ΒΜΖ ἡμικυκλίων ὀρθόν ἐστι πρὸς τὸ ὑποκείμενον ἐπίπεδον, καὶ ἡ κοινὴ ἀρα αὐτῶν τομὴ ἡ ΜΘ πρὸς ὀρθὰς ἐστι ταῖς τοῦ κύκλου ἐπιπέδωι· ὥστε καὶ πρὸς τὴν ΒΖ ὀρθὴ ἐστιν ἡ ΜΘ. τὸ ἄρα ὑπὸ τῶν ΘΒ, ΘΖ, τούτῃ τὸ ὑπὸ ΘΑ, ΘΙ, ἴσον ἐστὶ ταῖς ἀπὸ ΜΘ. ὁμοίον ἄρα ἐστὶ τὸ ΑΜΙ τριγώνων ἑκατέρωι τῶν ΜΙΘ, ΜΑΘ· καὶ ὀρθὴ ἡ ὑπὸ ΙΜΑ. ἐστιν δὲ καὶ ἡ ὑπὸ Δ'ΚΑ ὀρθή. παράλληλοι ἄρα εἰσιν αἱ ΚΔ', ΜΙ, καὶ ἔσται ἀνὰ λόγον, ὡς ἡ Δ'Α πρὸς ΑΚ, τούτέστιν ἡ ΚΑ πρὸς ΑΙ, οὕτως ἡ ΙΑ πρὸς ΑΜ διὰ τὴν ὁμοιότητα τῶν τριγώνων· τέσσαρες ἄρα αἱ Δ'Α, ΑΚ, ΑΙ, ΑΜ ἐξῆς ἀνὰ λόγον εἰσίν. καὶ ἐστιν ἡ ΑΜ ἴση τῇ Γ, ἐπεὶ καὶ τῇ ΑΒ. δύο ἄρα δοθεσῶν τῶν ΑΔ, Γ δύο μέσαι ἀνὰ λόγον ἡρήρηται αἱ ΑΚ, ΑΙ.