Ancient Greek
2.284.7
Archytas of Tarentum, Testimonia 2.284.7
Unproofread scanNot analysed yet
24. —fr. 30 (Simpl. ph. 467, 26) Ἄ. δὲ οὕτως ἠρώτα τὸν λόγον· 'ἐν τῷ ἐσχάτῳ οἷον τῷ ἀπλανεῖ οὐρανῷ γενόμενος πότερον ἐκτεῖναιμι ἂν τὴν χεῖρα ἢ τὴν ῥάβδον εἰς τὸ ἕξω ἢ οὔ; καὶ τὸ μὲν οὖν μὴ ἐκτείνειν ἄτοπον. εἰ δὲ ἐκτείνω, ἦτοι σῶμα ἢ τόπος τὸ ἐκτὸς ἔσται (διώσει δὲ οὐδὲν, ὡς μαθησόμεθα). ἀεὶ οὖν βαδίζεται τὸν αὐτὸν τρόπον ἐπὶ τὸ ἀεὶ λαμβανόμενον πέρας καὶ ταυτὸν ἐρωτήσει. καὶ εἰ ἀεὶ ἕτερον ἔσται ἐφ' ὃ ἡ ῥάβδος, δῆλον ὅτι καὶ ἄπειρον. καὶ εἰ μὲν σῶμα, δέδεικται τὸ προκείμενον· εἰ δὲ τόπος, ἔστι δὲ τόπος τὸ ἐν ᾧ σῶμα ἐστιν ἢ δύναιτ' ἂν εἶναι, τὸ δὲ δυνάμει ὡς ὂν χρή τιθέναι ἐπὶ τῶν αὐδίων, καὶ οὕτως ἂν εἴη σῶμα ἄπειρον καὶ τόπος.