Ancient Greek
2.285.1 to 2.285.14
Archytas of Tarentum, Testimonia 2.285.1-14
Unproofread scanNot analysed yet
ΑΡΧΥΤΟΥ ΑΡΜΟΝΙΚΟΣ. 10 παρακελεύω δὲ καὶ νῦν τὰ Ἀρχύτα τοῦ Πυθαγορείου, οὓς μάλιστα καὶ γνήσια λέγεται εἶναι τὰ συγγράμματα· λέγει δὲ ἐν τῷ Περὶ μαθηματικῆς εὐθὺς ἐναρχόμενος τοῦ λόγου τάδε 'καλῶς —Ἀ. ὁ Ταραντῖνος ἀρχόμενος τοῦ Ἀρμονικοῦ τὸ αὐτὸ οὕτω πως καλῶς μοι δοκοῦντι τοῖ περὶ τὰ μαθήματα διαγνώμεναι, καὶ οὐδὲν ἀτοπον ὁρθῶς αὐτοὺς, οἷά ἐντι, περὶ ἑκάστων φρονεῖν· περὶ γὰρ τὰς τῶν ὅλων φύσιος καλῶς διαγνόντες ἐμελλον καὶ περὶ τῶν κατὰ μέρος, οἷά 20 ἐντι, καλῶς ὁψεῖσθαι. περὶ τε δὴ τὰς τῶν ἀστρῶν ταχυτάτος καὶ ἐπιτολῶν καὶ ὁυσιῶν παρέδωκαν ἄμιν σαφῆ διάγνωσιν καὶ περὶ γαμετρίας καὶ ἀριθμῶν καὶ σφαιρικᾶς καὶ οὐχ ἥκιστα περὶ μουσικᾶς. ταῦτα γὰρ τὰ μαθήματα δοκοῦντι ἡμεν ἀδελφεά· περὶ γὰρ [ἀδελφεά] 25 τὰ τοῦ ὄντος πρῶτιστα δύο εἴδεα τῶν ἀναστροφῶν ἔχει.