Ancient Greek · ~2 min
Dfhg-Source dfhg4_ARIAETHUS_TEGEATA
ARIAETHUS TEGEATA, Fragmenta 2
Not analysed yet
Πύλιοι καὶ Ἀρκάδες περὶ γῆς ὅρων ἐπολέμουν περὶ τὸ καλούμενον Ἀγκαῖον (Λύκαιον̣) ὄρος. Νέστωρ δὲ μονομαχήσας ἐκ προκλήσεως Ἐρευθαλίωνα τὸν Ἱππομέδοντος ἢ, ὡς ἔνιοι, Ἀφείδαντος ἀνεῖλε, καὶ ὑπὸ χαρᾶς τὸ περιορισθὲν χωρίον παρεξῆλθεν, οἱ δὲ Ἀρκάδες, ἔτι σκαρίζοντος τοῦ Ἐρευθαλίωνος, ἐφορμήσαντες τοῖς Πυλίοις συνέβαλον, καὶ οὕτως ἐνίκησαν. Θάψαντες δὲ τὸν Ἐρευθαλίωνα καὶ τοὺς φίλους ἐπέγραψαν τῷ τάφῳ τόδε τὸ ἐπίγραμμα· Ἐνθάδ ̓ Ἐρευθαλίωνι φίλοις τ ̓ ἐπὶ τύμβον ἔθηκαν Ἀρκαδίης βασιλῆς, γένος ἔξοχον Ἱππομέδοντος (Ἱπποδά· [μαντος cod. Lips.) ,οἵ ποτε Νέστορα καὶ λαοὺς πολέμῳ δαμάσαντο. Ἱστορεῖ Ἀρίαιθος (Ἀρίηθος Cramer. In Anecd. Paris. III, p. 202).