Ancient Greek · ~2 min
3 to 4
ARIAETHUS TEGEATA, Fragmenta 3-4
Not analysed yet
Ἕτεροι δὲ ἐκ Θρᾴκης ἀναστήσαντες αὐτὸν ἕως Ἀρκαδίας παρακομίζουσιν. Οἰκῆσαι δὲ λέγουσιν ἐν Ὀρχομενῷ τε τῷ Ἀρκαδικῷ καὶ τῇ Νήσῳ λεγομένῃ καίπερ οὔσῃ μεσόχθονι, ὑπὸ τελμάτων καὶ ποταμοῦ· τὰς δὲ καλουμένας Καπύας Αἰνείου τε καὶ Τρώων ἀπόκτισιν εἶναι, Καπύας ὀνομασθείσας ἀπὸ τοῦ Τρωικοῦ· κάπυος. Λέγεται δὲ ταῦτα ἄλλοις τε καὶ Ἀριαίθῳ (sic cod. Vat. ,Ἀρίσθῳ rell.) γράψαντι τὰ Ἀρκαδικά. Φερεκύδης δέ φησι καὶ Ἄραιθος (sic) ἐπὶ κύκνων αὐτὴν (τὴν Κυρήνην) ὀχηθεῖσαν κατὰ Ἀπόλλωνος προαίρεσιν εἰς τὴν Κυρήνην ἀφικέσθαι.