Ancient Greek · ~2 min
Dfhg-Source dfhg4_ARIAETHUS_TEGEATA
ARIAETHUS TEGEATA, Fragmenta 5
Not analysed yet
Τὸν Πᾶνα οἱ μὲν Πηνελόπης φασὶ [ἢ̣] Καλλιστοῦς καὶ δύο παῖδας γενομένους (l. καὶ Διὸς παῖδα γενέσθαι̣) (ἀφ ̓ ἧς ὄρος Κυλλήνης)· ἄλλοι δὲ Ἀπόλλωνος καὶ Πηνελόπης, ὡς καὶ Εὐφορίων· ὃν ἔθρεψαν νύμφαι· διὸ καὶ νυμφαγενῆ αὐτόν φησι τραφέντα παρ ̓ ἐκείναις. Ἀρ(??)ῆθος (sic) δὲ ὁ Τεγεάτης Αἰθέρος αὐτὸν καὶ νύμφης Οἰνόης γενεαλογεῖ. Ἔνιοι δὲ Ὀρσινόης νύμφης καὶ Ἑρμοῦ. Ἐπιμενίδης δὲ Καλλιστοῦς καὶ Διὸς παῖδας γεγενῆσθαι Πᾶνα καὶ Ἀρκάδα διδύμους.