Ancient Greek
100.4
Aristaenetus, Epistulae 100.4
Unproofread scanNot analysed yet
Ἄλλη. Συνήθως εὐφρυνας, δέσποτα, τῇ τῶν γραμμάτων διαδοχῇ σωματικὴν ἡμῖν τὴν παρουσίαν ἐπιδεξάμενος, καὶ τὴν ἀπουσίαν τῇ παρουσίᾳ σημάνας χαίρειν πάλιν ἀνέπλησας καὶ πάλιν εὐφραῖνεσθαι· τὰ γὰρ τῆς σῆς λαμπρότητος ὑγιεινὰ γράμματα εὐφροσύνης ἡμῖν αἴτια γίνεται· ἡμῖν μὲν γάρ, δέσποτα, καὶ δοκῶν ἀπεῖναι πάρει καὶ παρὼν ἔντος τῶν ψυχῶν ἡμῶν διχαλῶς ἀναγεγραμμένος ὑπάρχεις ἀνεξάλειπτοις μνήμαις τῇ τῶν γλυκεῶν παίδων παρουσίᾳ καὶ τῇ τῶν χρειωσομένων σοι ἀνάγκῃ καὶ τῇ τῶν ψυχῶν ἀρετῇ· ψυχῆς γὰρ ἐστι καὶ ὀφθαλμῶν τὰ γράμματα ἑορτὴ καὶ πανήγυρις.