Ancient Greek
100.5
Aristaenetus, Epistulae 100.5
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΤΟΥ ΠΛΑΤΩΝΙΚΟΥ ΠΕΡΙ ΕΠΙΣΤΟΛΙΜΑΙΟΥ ΧΑΡΑΚΤΗΡΟΣ. Ὁ μὲν ἐπισταλτικός χαρακτήρ ποικίλος τε καὶ πολυειδὴς ὑπάρχει, ὅθεν καὶ τῷ γράφειν βουλομένῳ προσήκει μὴ ἀπλῶς μηδ' ὡς ἐτυχεν ἐπιστέλλειν, ἀλλὰ σὺν ἀκριβείᾳ πολλῇ καὶ τέχνῃ. ἄριστα δ' ἂν ἐπιστέλλαι δυναθείη τις, εἰ γνοῖν τί τέ ἐστιν ἐπιστολὴ καὶ τί λέγειν ὅλως ἐν αὐτῇ θέμις καὶ εἰς πόσας προσηγορίας διαιρεῖται. ἐπιστολὴ μὲν οὖν ἐστιν ὁμιλία τις ἐγγράμματος ἀπόντος πρὸς ἀπόντα γινωμένη καὶ χρειώδη σκοπὸν ἐκπληροῦσα, ἔρει δὲ τις ἐν αὐτῇ ἄπερ ἂν παρὼν τις πρὸς παρόντα. διαίρεται δὲ εἰς συχνὰς τε καὶ παμπόλλας προσηγορίας· οὐ γὰρ ἐπειδὴ ἐπιστολὴ προσταγορεύεται ἐνικῷ ὀνόματι, ἥδη καὶ