Ancient Greek
102.1
Aristaenetus, Epistulae 102.1
Unproofread scanNot analysed yet
Τοσαῦτα μὲν περὶ ἐπιστολικοῦ χαρακτῆρος εἰρηκὼς καὶ τοῖς λεχθεῖσιν ἀρκεῖσθαι χρήνας τοὺς συνετοὺς καὶ τὰς ἐπιστολὰς αὐτὰς ἐκθῆσω, ἑκάστην οἰκείᾳ ἀρμοῦσαν προσηγორία. προσῆκε μέντοι τῷ γράφειν βουλομένῳ πρὸ τοῦ κατ’ ἐπιστολαὶν χαρακτῆρος μὴ ληρεῖν, μήτε μὴν ἐπιθέοις ὀνόμασι χρῆσθαι, ὡς ἂν μὴ κολακεία τις καὶ δυσγένεια προσῆ τῷ γράμματι, ἀλλ’ οὕτως ἀπαρχεσθαι «ὁ δεῖνα τῷ δεῖνι χαίρειν. »οὕτω γὰρ ἀπαντες οἱ ἐπὶ σοφίᾳ τε καὶ λόγῳ διαπρέψαντες παλαιοὶ φαίνονται πεποιηκότες, καὶ δεῖ τὸν βουλομένον ἐκείνων ζηλωτὴν γενέσθαι κατόπιν αὐτῶν βαίνειν.