Ancient Greek
102.2 to 102.5
Aristaenetus, Epistulae 102.2-5
Unproofread scanNot analysed yet
α’. Καὶ παραινετικὴ μὲν οὖν ἐστὶ δι’ ἧς παραινῶμὲν τινι, προτρέποντες αὐτὸν ἐπὶ τι δρᾶσαι ἢ καὶ ἀφέξεσθαι τινος. —Ἡ ἐπιστολή. Ζηλωτὴς δεῖ, βέλτιστε, γίνου τῶν ἐναρέτων ἀνδρῶν· κρεῖττον γὰρ ἐστὶ τοὺς ἀγαθοὺς ζηλοῦντα καλῶς ἀκούειν ἢ φαύλοις ἐπάμεινον ἐπανεῖδιστον εἶναι τοῖς πᾶσιν. β’. Μεμπτικὴ δ’ ἐστὶ δι’ ἧς μεμφομεθὰ τινα. —Ἡ ἐπιστολή. Οὐ καλῶς ἐδράσας τοὺς εὖ ποιήσαντας ἀδικήσας· δέδωκας γὰρ τοῖς ἄλλοις κακίας παράδειγμα τοὺς εὐεργέτας ὑβρίζων. γ’. Παρακλητικὴ ἐστὶ δι’ ἧς ἀξιῶμὲν τινα διὰ τι πράγμα. —Ἡ ἐπιστολή. Καὶ πάλαι μὲν ἠξίωσα τὴν σὴν ἱερὰν διάθεσιν καὶ νῦν ἀξίω τυχεῖν τοῦδε τοῦ πράγματος, καὶ εὖ οἶδ’ ὅτι τεύξομαι· δίκαιον γὰρ ἐστὶ τοὺς γνησίους φίλους τυγχάνειν τῶν αἰτήσεων, ὅταν αὐτὰ μὴ πονηραὶ πεφύκωσι μάλιστα. δ’. Συστατικὴ ἐστὶ δι’ ἧς συνιστῶμὲν τινα παρά τινι· ἢ δ’ αὕτη καὶ παραθετικὴ καλεῖται. —Ἡ ἐπιστολή. Τὸν τιμιώτατον καὶ περιποῦδαστον ἄνδρα τόνδε δεξάμενος ξενίσει μὴ κατοκνήσης, σεαυτῷ πρέποντα πράττων κάμῳ κεχαρισμένα.