Ancient Greek
103.8
Aristaenetus, Epistulae 103.8
Unproofread scanNot analysed yet
ιε'. Θεραπευτική ἐστι δι' ἧς θεραπεύομεν λυπηθέντα τινα πρὸς ἡμᾶς περὶ τινος· αὕτη δὲ καὶ ἀπολογητική λέγεται. —Ἡ ἐπιστολή. Ἐγὼ μὲν ἐφ' οἷς εἶπον λόγους ἢ μετήλθον ἔργων τὸ σύνολον οὐκ ἐνομίζον σέ ποτε λυπηθήσεσθαι· εἰ δ' ἐπὶ τοῖς λεχθεῖσιν ἢ πραγηθεῖσιν ἠχέσθης, ἴσθι, κράτιστε ἀνδρῶν, ὡς οὐκέτι τῶν ῥηθέντων λόγον ὅλως ποιήσομαι. σκοπὸς γὰρ μοι θεραπεύειν ἀεὶ τοὺς φίλους ἐστὶ μᾶλλον ἢπερ λυπεῖν.